The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
entirely against themselves, and even the Persians began to get ready to
oppose it in their country’s defence. But the usurper thought his task was
easy, and that he would have little difficulty in baffling your wisdom and
energy, and already fixed his covetous gaze on the wealth of India and the
magnificence of Persia. To such an excess of folly and rashness had he
come, and after a success wholly insignificant, I mean the affair of the
scouts whom, while they were unprotected by the main army, he ambushed and
cut in pieces. So true it is that when fools meet with undeserved
success(169) they often find it is but the prelude to greater misfortunes.
And so, elated by this stroke of luck, he left the fortified posts that
protected the Italian frontier, and marched towards the Norici and the
Paeonians, taking no precautions, because he thought that speed would
serve him better than force of arms or courage.)
Ὃ δὴ καταμαθὼν ἐπανῆγες ἀπὸ τῶν δυσχωριῶν τὸ στράτευμα, εἵπετο δὲ ἐκεῖνος,
διώκειν, οὐχὶ δὲ καταστρατηγεῖσθαι νομίσας, ἕως εἰς τὴν εὐρυχωρίαν ἄμφω
κατέστητε. τῶν πεδίων δὲ τῶν πρὸ τῆς Μύρσης ὀφθέντων, [36] ἐτάττοντο μὲν
ἐπὶ κέρως(170) ἱππεῖς ἑκατέρου πεζοί τε ἐν μέσῳ· ἔχων δὲ αὐτός, ὦ βασιλεῦ,
τὸν ποταμὸν ἐν δεξιᾷ, τῷ λαιῷ τοὺς πολεμίους ὑπερβαλλόμενος ἐτρέψω μὲν
εὐθέως καὶ διέλυσας τὴν φάλαγγα οὐδὲ τὴν ἀρχὴν συγκειμένην ὀρθῶς, ἅτε
ἀνδρὸς ἀπείρου πολέμων καὶ στρατηγίας αὐτὴν κοσμήσαντος. ὁ δὲ τέως διώκειν
ὑπολαμβάνων, οὐδὲ ἐς χεῖρας ἀφικόμενος, [B] ἔφευγε καρτερῶς ἐκπλαγεὶς τὸν
κτύπον τῶν ὅπλων, οὐδὲ τὸν ἐνυάλιον παιᾶνα τῶν στρατοπέδων ἐπαλαλαζόντων
ἀδεῶς ἀκούων. διαλυθείσης δὲ οἱ στρατιῶται τῆς τάξεως συνιστάμενοι κατὰ
λόχους πάλιν τὸν ἀγῶνα συνέβαλον, αἰσχυνόμενοι μὲν ὀφθῆναι φεύγοντες καὶ
τὸ τέως ἄπιστον ἅπασιν ἀνθρώποις ἐφ᾽ αὑτῶν δεῖξαι συμβαῖνον, στρατιώτην
Κελτόν, στρατιώτην ἐκ Γαλατίας τὰ νῶτα τοῖς πολεμίοις δείξαντα. [C] οἱ
βάρβαροι δὲ τὴν ἐπάνοδον ἀπεγνωκότες, εἰ πταίσειαν, ἢ κρατεῖν ἢ θνήσκειν
δράσαντές τι δεινὸν τοὺς πολεμίους ἠξίουν. τοῖς μὲν οὖν ξὺν τῷ τυράννῳ
τοσοῦτον περιῆν θράσους(171) πρὸς τὰ δεινὰ καὶ τοῦ χωρεῖν ὁμόσε πολλὴ
προθυμία.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account