The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
(Our men, on the other hand, had so far carried all before them and were
anxious to retain the good opinion of their comrades and of the Emperor,
and were moreover stimulated by their successes in the past and by the
almost incredible brilliance of their exploits in this very engagement,
and, ambitious as they were to end the day as gloriously as they had begun
it, cheerfully encountered toil and danger. So they charged again as
though the battle had only just begun, and gave a wonderful display of
daring and heroism. For some hurled themselves full on the enemy’s swords,
or seized the enemy’s shields, others, when their horses were wounded and
the riders thrown, at once transformed themselves into hoplites. The
usurper’s army meanwhile did the same and pressed our infantry hard.
Neither side gained the advantage, till the cuirassiers by their archery,
aided by the remaining force of cavalry, who spurred on their horses to
the charge, had begun to inflict great loss on the enemy, and by main
force to drive the whole army before them. Some directed their flight to
the plain, and of these a few were saved just in time by the approach of
night. The rest were flung into the river, crowded together like a herd of
oxen or brute beasts. Thus did the usurper’s army reap the fruits of his
cowardice, while their valour availed him nothing.)
Τρόπαιον δὲ ἀνέστησας ἐπὶ τῇ νίκῃ τοῦ πατρῴου λαμπρότερον. ὁ μὲν γὰρ τοὺς
τέως ἀμάχους δοκοῦντας ἄγων ἐκράτει γέροντος δυστυχοῦς· σὺ δὲ ἡβῶσαν καὶ
ἀκμάζουσαν οὐ τοῖς κακοῖς μόνον οἷς ἔδρα, τῇ νεότητι δὲ πλέον, τὴν
τυραννίδα παρεστήσω, τοῖς ὑπὸ σοῦ παρασκευασθεῖσι στρατοπέδοις
παραταξάμενος. τίς γὰρ εἰπεῖν ἔχει τῶν πρόσθεν αὐτοκρατόρων ἱππικὴν
δύναμιν καὶ σκευὴν τῶν [C] ὅπλων τοιαύτην ἐπινοήσαντα καὶ μιμησάμενον; ᾗ
πρῶτος αὐτὸς ἐγγυμνασάμενος διδάσκαλος ἐγένου τοῖς ἄλλοις ὅπλων χρήσεως
ἀμάχου. ὑπὲρ ἧς εἰπεῖν τολμήσαντες πολλοὶ τῆς ἀξίας διήμαρτον, ὥσθ᾽ ὅσοι
τῶν λόγων ἀκούσαντες ὕστερον ἰδεῖν ηὐτύχησαν τὰς ἀκοὰς σαφῶς ἀπιστοτέρας
ἔγνωσαν εἶναι τῶν ὀμμάτων. ἄπειρον γὰρ ἦγες(174) ἱππέων πλῆθος, καθάπερ
ἀνδριάντας ἐπὶ τῶν ἵππων ὀχουμένους, οἷς συνήρμοστο τὰ μέλη κατὰ μίμησιν
τῆς ἀνθρωπίνης φύσεως· [D] ἀπὸ μὲν τῶν ἄκρων καρπῶν ἐς τοὺς ἀγκῶνας,
ἐκεῖθεν δὲ ἐπὶ τοὺς ὤμους, καὶ ὁ θώραξ ἐκ(175) τμημάτων κατὰ τὸ στέρνον
καὶ τὰ νῶτα συναρμοζόμενος, τὸ κράνος αὐτῷ προσώπῳ σιδηροῦν ἐπικείμενον
ἀνδριάντος λαμπροῦ καὶ στίλβοντος παρέχει τὴν ὄψιν, ἐπεὶ μηδὲ κνῆμαι καὶ
μηροὶ μηδὲ ἄκροι πόδες τῆς σκευῆς ταύτης ἔρημοι λείπονται. συναρμοζομένων
δὲ αὐτῶν τοῖς θώραξι διά τινων ἐκ κρίκου λεπτοῦ πεποιημένων οἱονεὶ
ὑφασμάτων οὐδὲν ἂν ὀφθείη τοῦ σώματος γυμνὸν μέρος, ἅτε καὶ τῶν χειρῶν
[38] τοῖς ὑφάσμασι τούτοις σκεπομένων πρὸς τὸ καὶ καμπτομένοις
ἐπακολουθεῖν τοῖς δακτύλοις. ταῦτα ὁ λόγος παραστῆσαι μὲν σαφῶς ἐπιθυμεῖ,
ἀπολειπόμενος δὲ θεατὰς τῶν ὅπλων τοὺς μαθεῖν τι πλέον ἐθέλοντας, οὐχὶ δὲ
ἀκροατὰς τῆς ὑπὲρ αὐτῶν διηγήσεως ἀξιοῖ γενέσθαι.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account