Σκοπεῖν δὲ ὑπὲρ ἁπάντων ἄξιον ἤδη τῶν ῥηθέντων, εἰ μετὰ ἀρετῆς καὶ τῆς βελτίστης ἕξεως ἅπαντα γέγονε· τούτῳ γὰρ ἤδη καὶ τῶν λόγων ἀρχόμενος μάλιστα προσέχειν τὸν νοῦν ἠξίουν. οὐκοῦν τῷ πατρὶ μὲν εὐσεβῶς καὶ φιλανθρώπως ὅπως προσηνέχθης, ὁμονοῶν δὲ πρὸς τοὺς ἀδελφοὺς διετέλεσας τὸν ἅπαντα χρόνον, ἀρχόμενος μὲν προθύμως, [C] συνάρχων δὲ ἐκείνοις σωφρόνως, πάλαι τε εἴρηται καὶ νῦν ἀξιούσθω μνήμης. τοῦτο δὲ ὅστις μικρᾶς ἀρετῆς ἔργον ὑπέλαβεν Ἀλέξανδρον τὸν Φιλίππου καὶ Κῦρον τὸν Καμβύσου σκοπῶν ἐπαινείτω. ὁ μὲν γὰρ μειράκιον ἔτι κομιδῇ νέον δῆλος ἦν τοῦ πατρὸς οὐκ ἀνεξόμενος ἄρχοντος, ὁ δὲ ἀφείλετο τὴν ἀρχὴν τὸν πάππον. καὶ ταῦτα οὐδείς ἐστιν οὕτως(191) ἠλίθιος, ὅστις οὐκ οἴεταί σε,(192) μηδὲν ἐκείνων μεγαλοψυχίᾳ καὶ τῇ πρὸς τὰ καλὰ φιλοτιμίᾳ λειπόμενον, οὕτως ἐγκρατῶς καὶ σωφρόνως [D] τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς προσενηνέχθαι. παρασχούσης γὰρ τῆς τύχης τὸν καιρὸν, ἐν ᾧ τῆς ἁπάντων ἡγεμονίας ἐχρῆν μεταποιηθῆναι, πρῶτος ὡρμήθης, πολλῶν ἀπαγορευόντων καὶ πρὸς τἀναντία ξυμπείθειν ἐπιχειρούντων· ῥᾷστα δὲ καὶ πρὸς ἀσφάλειαν τὸν ὲν χερσὶ πόλεμον διοικησάμενος ἐλευθεροῦν ἔγνως τῆς ἀρχῆς τὰ κατειλημμένα, [42] δικαιοτάτην μὲν καὶ οἵαν οὔπω πρόσθεν ἔλαβε πρόφασιν πόλεμος τῆς πρὸς ἐκείνους ἔχθρας τιθέμενος. οὐδὲ γὰρ ἐμφύλιον ἄξιον προσαγορεύειν τὸν πόλεμον, οὗ βάρβαρος ἦν ἡγεμὼν ἑαυτὸν ἀναγορεύσας βασιλέα καὶ χειροτονήσας στρατηγόν. τῶν ἀδικημάτων δὲ τῶν ἐκείνου καὶ ὧν ἔδρασεν εἰς οἰκίαν τὴν σὴν οὐχ ἡδύ μοι πολλάκις μεμνῆσθαι. ἀνδρειοτέραν δὲ τ῀εσδε τῆς πράξεως τίς ἂν εἰπεῖν ἔχοι; ἐφ᾽ ἧς δῆλος μὲν [B] ἦν ἀποτυχόντι τῶν ἔργων ὁ(193) κίνδυνος· ὑπέμενες δὲ οὐδὲν κέρδους χάριν οὐδὲ κλέος ἀείμνηστον ἀντωνούμενος, ὑπὲρ οὗ καὶ ἀποθνήσκειν ἄνδρες ἀγαθοὶ πολλάκις τολμῶσιν, οἷον πρὸς ἀργύριον τὴν δόξαν τὰς ψυχὰς ἀποδιδόμενοι, οὐδὲ μὴν δι᾽ ἐπιθυμίαν ἀρχῆς μείζονος καὶ λαμπροτέρας, ὅτι μηδὲ νέῳ σοι τούτων ἐπιθυμῆσαι συνέβη, ἀλλ᾽ αὐτὸ τὸ καλὸν στέργων τῆς πράξεως πάντα ὑπομένειν ᾤου δεῖν πρὶν ἰδεῖν Ῥωμαίων βάρβαρον βασιλεύοντα καὶ νόμων κύριον καὶ [C] πολιτείας καθεστῶτα καὶ τὰς ὑπὲρ τῶν κοινῶν εὐχὰς ποιούμενον τὸν τοσούτοις ἀσεβήμασιν ἔνοχον καὶ φόνοις. τῆς παρασκευῆς δὲ αὐτῆς ἡ λαμπρότης καὶ τῶν ἀναλωμάτων τὸ μέγεθος τίνα οὐχ ἱκανὸν ἐκπλῆξαι; καίτον Ξέρξην μὲν ἀκούω τὸν τὴν Ἀσίαν ἐπὶ τοὺς Ἕλληνας ἐξαναστήσαντα χρόνον ἐτῶν οὐκ ἐλάσσονα δέκα πρὸς τὸν πόλεμον ἐκεῖνον παρασκευάζεσθαι, εἶτα ἐπαγαγεῖν πρὸς ταῖς χιλίαις τριήρεσι διακοσίας ἐκ τούτων αὐτῶν οἶμαι τῶν χωρίων, [D] ἐξ ὧν αὐτὸς ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος ἤγειρας τὸν στόλον, πλήθει νεῶν ἐκεῖνον ὑπερβαλλόμενος· τῇ τύχῃ δὲ οὐδὲ ἄξιον συμβαλεῖν οὐδὲ τοῖς ἔργοις.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account