The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
Ἀλλ᾽ εἰ μὲν νῦν μοι προύκειτο περὶ Κυνισμοῦ γράφειν, [B] εἶπον ἂν ὑπὲρ
τούτων ἔτι τὰ παριστάμενά μοι τῶν εἰρημένων ἴσως οὐκ ἐλάττω· νῦν δὲ
ἀποδιδόντες τὸ συνεχὲς τῇ προαιρέσει περὶ τοῦ ποταποὺς εἶναι χρὴ τοὺς
πλαττομένους τῶν μύθων ἐφεξῆς σκοπῶμεν. ἴσως δὲ ἡγεῖται καὶ ταύτης τῆς
ἐγχειρήσεως ἐκείνη, ὁποίᾳ τινὶ φιλοσοφίᾳ προσῆκον ἡ μυθογραφία. φαίνονται
γὰρ πολλοὶ καὶ τῶν φιλοσόφων αὐτὸ καὶ τῶν θεολόγων ποιήσαντες, ὥσπερ
Ὀρφεὺς μὲν ὁ παλαιότατος ἐνθέως φιλοσοφήσας, οὐκ ὀλίγοι δὲ καὶ τῶν μετ᾽
ἐκεῖνον· οὐ μὴν ἀλλὰ [C] καὶ Ξενοφῶν φαίνεται καὶ Ἀντισθένης καὶ Πλάτων
προσχρησάμενοι πολλαχοῦ τοῖς μύθοις, ὥσθ᾽ ἡμῖν πέφηνεν, εἰ καὶ μὴ τῷ
Κυνικῷ, φιλοσόφῳ γοῦν τινι προσήκειν ἡ μυθογραφία.
(Now if my present task were to write about the Cynic philosophy, I could
add many details about the Cynics, not less important than what I have
said already. But not to interrupt my main theme, I will now consider in
due course the question what kind of myths ought to be invented. But
perhaps another inquiry should precede this attempt, I mean to what branch
of philosophy the composition of myths is appropriate. For we see that
many philosophers and theologians too have employed it, Orpheus for
instance, the most ancient of all the inspired philosophers, and many
besides of those that came after him. Nay what is more, Xenophon as we
know and Antisthenes and Plato often introduced myths, so that it is
obvious that even if the use of myth be not appropriate for the Cynic,
still it may be so for some other type of philosopher.)
Μικρὰ οὖν ὑπὲρ τῶν τῆς φιλοσοφίας εἴτε μορίων εἴτε ἐργάνων
προρρητέον.(171) ἔστι γὰρ οὐ μέγα τὸ διαφέρον ὁποτέρως ἄν τις τῷ
πρακτικῷ(172) [D] καὶ τῷ φυσικῷ τὸ λογικὸν προσαριθμῇ· ἀναγκαῖον γὰρ
ὁμοίως φαίνεται κατ᾽ ἀμφότερα. τριῶν δὴ τούτων αὖθις ἕκαστον εἰς τρία
τέμνεται, τὸ μὲν φυσικὸν εἰς τὸ θεολογικὸν καὶ τὸ περὶ τὰ μαθήματα καὶ
τρίτον τὸ περὶ τὴν τῶν γινομένων καὶ ἀπολλυμένων καὶ τῶν ἀιδίων μέν,
σωμάτων δὲ ὅμως θεωρίαν, τί τὸ εἶναι αὐτοῖς καὶ τίς ἡ οὐσία ἑκάστου· τοῦ
πρακτικοῦ δὲ τὸ μὲν πρὸς ἕνα ἄνδρα, ἠθικόν, οἰκονομικὸν δὲ τὸ περὶ μίαν
οἰκίαν, πολιτικὸν δὲ τὸ περὶ πόλιν· ἔτι μέντοι τοῦ λογικοῦ τὸ μὲν
ἀποδεικτικὸν διὰ τῶν ἀληθῶν, τὸ δὲ διὰ τῶν ἐνδόξων βιαστικόν, [216] τὸ δὲ
διὰ τῶν φαινομένων ἐνδόξων παραλογιστικόν. ὄντων δὴ τοσούτων τῶν τῆς
φιλοσοφίας μερῶν, εἰ μή τί με λέληθε· καὶ οὐδὲν θαυμαστὸν ἄνδρα στρατιώτην
μὴ λίαν ἐξακριβοῦν μηδ᾽ ἐξονυχίζειν τὰ τοιαῦτα, ἅτε οὐκ ἐκ βιβλίων
ἀσκήσεως, ἀπὸ δὲ τῆς προστυχούσης αὐτὰ ἕξεως ἀποφθεγγόμενον· ἔσεσθε γοῦν
μοι καὶ ὑμεῖς μάρτυρες, εἰ τὰς ἡμέρας λογίσαισθε,(173) πόσαι τινές εἰσιν
αἱ μεταξὺ ταύτης τε καὶ τῆς ἔναγχος ἡμῖν γενομένης ἀκροάσεως ὅσων τε ἡμῖν
ἀσχολιῶν πλήρεις· [B] ἀλλ᾽ ὅπερ ἔφην, εἰ καί τι παραλέλειπται παρ᾽ ἐμοῦ·
καίτοι νομίζω γε μηδὲν ἐνδεῖν· πλὴν ὁ προστιθεὶς οὐκ ἐχθρός, ἀλλὰ φίλος
ἔσται.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account