Arg. Arist. Acharnenses: Ἐδιδάχθη ἐπὶ Εὐθύνου ἄρχοντος ἐν Ληναίοις διὰ Καλλιστράτου· καὶ πρῶτος ἦν. δεύτερος Κρατῖνος Χειμαζομένοις· οὐ σώζονται. τρίτος Εὔπολις Νουμηνίαις. 424 B.C. Arg. Arist. Equites: Ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ Στρατοκλέους ἄρχοντος δημοσίᾳ εἰς Λήναια, δι’ αὐτοῦ τοῦ Ἀριστοφάνους. πρῶτος ἐνίκα· δεύτερος Κρατῖνος Σατύροις· τρίτος Ἀριστομένης Ὑλοφόροις. 423 B.C. Arg. Arist. Nubes: Αἱ πρῶται Νεφέλαι ἐν ἄστει ἐδιδάχθησαν ἐπὶ ἄρχοντος Ἰσάρχου, ὅτε Κρατῖνος μὲν ἐνίκα Πυτίνῃ, Ἀμειψίας δὲ Κόννῳ. 422 B.C. Arg. Arist. Nubes: Αἱ δὲ δεύτεραι Νεφέλαι ἐπὶ Ἀμεινίου ἄρχοντος. Arg. Arist. Vespae: Ἐδιδάχθη ἐπὶ ἄρχοντος Ἀμεινίου διὰ Φιλωνίδου εἰς Λήναια· καὶ ἐνίκα πρῶτος. δεύτερος ἦν Φιλωνίδης Προάγωνι, Λεύκων Πρέσβεσι τρίτος. (See p. 21, n. 2). 421 B.C. Arg. Arist. Pax: Ἐνίκησε δὲ τῷ δράματι ὁ ποιητὴς ἐπὶ ἄρχοντος Ἀλκαίου, ἐν ἄστει. πρῶτος Εὔπολις Κόλαξι, δεύτερος Ἀριστοφάνης Εἰρήνῃ, τρίτος Λεύκων Φράτορσι. τὸ δὲ δρᾶμα ὑπεκρίνατο Ἀπολλόδωρος ✱ἡνίκα ἑρμῆν λοιοκρότης✱. (See p. 41, n. 2). 415 B.C. Ael. Var. Hist. ii. 8: Κατὰ τὴν πρώτην καὶ ἐνενηκοστὴν ὀλυμπιάδα ... ἀντηγωνίσαντο ἀλλήλοις Ξενοκλῆς καὶ Εὐριπίδης· καὶ πρῶτός γε ἦν Ξενοκλῆς, ὅστις ποτὲ οὗτός ἐστιν, Οἰδίποδι καὶ Λυκάονι καὶ Βάκχαις καὶ Ἀθάμαντι σατυρικῷ. τούτου δεύτερος Εὐριπίδης ἦν Ἀλεξάνδρῳ καὶ Παλαμήδει καὶ Τρῳάσι καὶ Σισύφῳ σατυρικῷ. 414 B.C. Arg. I. Arist. Aves: Ἐδιδάχθη ἐπὶ Χαβρίου διὰ Καλλιστράτου ἐν ἄστει, ὃς ἦν δεύτερος τοῖς Ὄρνισι, πρῶτος Ἀμειψίας Κωμασταῖς, τρίτος Φρύνιχος Μονοτρόπῳ. Arg. II. Arist. Aves: Ἐπὶ Χαβρίου ... εἰς Λήναια τὸν Ἀμφιάραον ἐδίδαξε διὰ Φιλωνίδου. 412 B.C. Schol. Arist. Ran. 53: Ἡ δὲ Ἀνδρομέδα ὀγδόῳ ἔτει προεισῆλθεν. Schol. Arist. Thesm. 1012: συνδεδίδακται γὰρ τῇ Ἑλένῃ. 411 B.C. Arg. Arist. Lysistrata: Ἐδιδάχθη ἐπὶ Καλλίου ἄρχοντος τοῦ μετὰ Κλεόκριτον ἄρξαντος. εἰσῆκται δὲ διὰ Καλλιστράτου. 409 B.C. Arg. Soph. Philoctetes: Ἐδιδάχθη ἐπὶ Γλαυκίππου. πρῶτος ἦν Σοφοκλῆς. 408 B.C. Schol. Eur. Orest. 371: Πρὸ γὰρ Διοκλέους, ἐφ’ οὗ τὸν Ὀρέστην ἐδίδαξε. 409-407 B.C. (?) Arg. Eur. Phoenissae: Ἐδιδάχθη ἐπὶ Ναυσικράτους (unknown, probably ‘suffectus’) ἄρχοντος ὀλυμπιάδ ... πρῶτος ... δεύτερος Εὐριπίδης, τρίτος ... ὁ Οἰνόμαος καὶ Χρύσιππος καὶ Φοίνισσαι καὶ ... σατυρ ... οὐ σώζεται. Schol. Arist. Ran. 53: διὰ τί δὲ μὴ ἄλλο τι τῶν πρὸ ὀλίγου διδαχθέντων καὶ καλῶν, Ὑψιπύλης, Φοινισσῶν, Ἀντιόπης; 405 B.C. Arg. Arist. Ranae: Ἐδιδάχθη ἐπὶ Καλλίου τοῦ μετὰ Ἀντιγένη διὰ Φιλωνίδου εἰς Λήναια. πρῶτος ἦν· Φρύνιχος δεύτερος Μούσαις· Πλάτων τρίτος Κλεοφῶντι. — B.C. Schol. Arist. Ran. 67: Οὕτω γὰρ καὶ αἱ Διδασκαλίαι φέρουσι, τελευτήσαντος Εὐριπίδου τὸν υἱὸν αὐτοῦ δεδιδαχέναι ὁμώνυμον ἐν ἄστει Ἰφιγένειαν τὴν ἐν Αὐλίδι, Ἀλκμαίωνα, Βάκχας. 401 B.C. Arg. Soph. O. C.: Τὸν ἐπὶ Κολωνῷ Οἰδίποδα ἐπὶ τετελευτηκότι τῷ πάππῳ Σοφοκλῆς ὁ ὑϊδοῦς ἐδίδαξεν, υἱὸς ὢν Ἀρίστωνος, ἐπὶ ἄρχοντος Μίκωνος. 388 B.C.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account