τῶν γαμετῶν καὶ τῶν ἐκγόνων(388) ἐπὶ τῇ κρίσει δειμαίνοντες, ἀτρεκὴς δὲ ἐστι καὶ ἀψευδὴς κριτής. ἡμᾶς δὲ δεκάζει μέν πλοῦτος, δεκάζει δὲ ἰσχὺς καὶ ὥρα σώματος καὶ δυναστεία προγόνων ἔξωθεν ἐπισκιάζουσα, καὶ οὐκ ἐπιτρέπει διορᾶν οὐδὲ ἀποβλέπειν ἐς τὴν ψυχὴν, ᾗπερ δὴ τῶν ἄλλων ζῴων διαφέροντες εἰκότως ἂν κατ᾽ αὐτὸ τὴν ὑπὲρ τῆς εὐγενείας ποιοίμεθα κρίσιν. καί μοι δοκοῦσιν εὐστοχίᾳ φύσεως [B] οἱ πάλαι θαυμαστῇ χρώμενοι, καὶ οὐκ ἐπίκτητον ὥσπερ ἡμεῖς ἔχοντες τὸ φρονεῖν, οὔτι πλαστῶς, ἀλλ᾽ αὐτοφυῶς φιλοσοφοῦντες, τοῦτο κατανοῆσαι, καὶ τὸν Ἡρακλέα τοῦ Διὸς ἀνειπεῖν ἔκγονον(389) καὶ τὼ τῆς Λήδας ιἱέε, Μίνω τε οἶμαι τὸν νομοθέτην καὶ Ῥαδάμανθυν τὸν Κνώσιον τῆς αὐτῆς ἀξιῶσαι φήμης· καὶ ἄλλους δὲ ἄλλων ἐκγόνους ἀνεκήρυττον πολλοὺς διαφέροντας τῶν φύσει πατέρων. ἔβλεπον γὰρ ἐς τὴν ψυχὴν αὐτὴν καὶ τὰς πράξεις, ἀλλ᾽ οὐκ ἐς πλοῦτον βαθὺν καὶ χρόνῳ πολιόν, οὐδὲ δυναστείαν ἐκ πάππων τινῶν καὶ ἐπιπάππων ἐς αὐτοὺς ἥκουσαν· [C] καίτοι γε ὑπῆρχέ τισιν οὐ παντάπασιν ἀδόξων γενέσθαι πατέρων· ἀλλὰ διὰ τὴν ὑπερβολὴν ἧς ἐτίμων τε καὶ ἐθεράπευον ἀρετῆς αὐτῶν ἐνομίζοντο τῶν θεῶν παῖδες. δῆλον δὲ ἐνθένδε· ἄλλων γὰρ οὐδὲ εἰδότες τοὺς φύσει γονέας ἐς τὸ δαιμόνιον ἀνῆπτον τὴν φήμην, τῇ περὶ αὐτοὺς ἀρετῇ χαριζόμενοι. καὶ οὐ πειστέον τοῖς λέγουσιν, ὡς ἄρα ἐκεῖνοι ὑπ᾽ ἀμαθίας ἐξαπατώμενοι ταῦτα τῶν θεῶν κατεψεύδοντο. εἰ γὰρ δὴ [D] καὶ ἐπὶ τῶν ἄλλων εἰκὸς ἦν ἐξαπατηθῆναι θεῶν ἢ δαιμόνων, σχήματα περιτιθέντας ἀνθρώπινα καὶ μορφὰς τοιαύτας, ἀφανῆ μὲν αἰσθήσει καὶ ἀνέφικτον κεκτημένων αὐτῶν φύσιν, νῷ δὲ ἀκριβεῖ διὰ ξυγγένειαν μόλις προσπίπτουσαν· οὔτι γε καὶ ἐπὶ τῶν ἐμφανῶν θεῶν τοῦτο παθεῖν εὔλογον ἐκείνους, Ἡλίου μὲν ἐπιφημίζοντας Αἰήτην υἱέα, Ἑωσφόρου δὲ ἕτερον, καὶ ἄλλους ἄλλων. ὅπερ δὲ ἔφην, [83] χρὴ περὶ αὐτῶν πειθομένους ἡμᾶς ταύτην ποιεῖσθαι τὴν ὑπὲρ τῆς εὐγενείας ἐξέτασιν· καὶ ὅτῳ μὲν ἂν ὦσιν ἀγαθοὶ πατέρες καὶ αὐτὸς ἐκείνοις ἐμφερής, τοῦτον ὀνομάζειν θαρρούντως εὐγενῆ· ὅτῳ δὲ τὰ μὲν τῶν πατέρων ὑπῆρξεν ἀρετῆς ἐνδεᾶ, αὐτὸς δὲ μετεποιήθη τούτου τοῦ κτήματος, τούτου δὲ νομιστέον πατέρα τὸν Δία καὶ φυτουργόν, καὶ οὐδὲν μεῖον αὐτῷ δοτέον ἐκείνων, οἳ γεγονότες πατέρων ἀγαθῶν τοὺς σφῶν τοκέας ἐζήλωσαν· [B] ὅστις δὲ ἐξ ἀγαθῶν γέγονε μοχθηρός, τοῦτον τοῖς νόθοις ἐγγράφειν ἄξιον· τοὺς δὲ ἐκ μοχθηρῶν φῦντας καὶ προσομοίους τοῖς αὑτῶν τοκεῦσιν οὔποτε εὐγενεῖς φατέον, οὐδὲ εἰ πλουτοῖεν ταλάντοις μυρίοις, οὐδὲ εἰ ἀπαριθμοῖντο προγόνους δυνάστας ἢ ναὶ μὰ Δία τυράννους εἴκοσιν, οὐδὲ εἰ νίκας Ὀλυμπιακὰς ἢ Πυθικὰς ἢ τῶν πολεμικῶν ἀγώνων, [C] αἳ δὴ τῷ παντὶ ἐκείνων εἰσὶ λαμπρότεραι, ἀνελομένους ἔχοιεν δείκνυσθαι πλείους ἢ Καῖσαρ ὁ πρῶτος, ὀρύγματά τε(390) τὰ Ἀσσύρια καὶ τὰ Βαβυλωνίων τείχη πυραμίδας τε ἐπ᾽ αὐτοῖς τὰς Αἰγυπτίων, καὶ ὅσα ἄλλα πλούτου καὶ χρημάτων καὶ τρυφῆς γέγονε σημεῖα καὶ διανοίας ὑπὸ φιλοτιμίας ἀναφλεγομένης καὶ ἀπορουμένης(391) ἐς ὅ,τι τῷ πλούτῳ χρήσεται, εἶτα ἐς τοῦτο τὰς τῶν χρημάτων εὐπορίας καταβαλλομένης. εὖ γὰρ δὴ ἴστε, ὡς οὔτε πλοῦτος ἀρχαῖος ἢ νεωστί ποθεν ἐπιρρέων Βασιλέα ποιεῖ οὔτε [D] ἁλουργὲς ἱμάτιον οὔτε τιάρα
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account