The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
through with great courage and skill, and, when fortune gave him a
favourable issue, used his victory with moderation and in imperial
fashion, and showed himself entirely worthy to overcome.)
[B] Βούλεσθε οὖν καὶ τούτων ὑμῖν ὥσπερ ἐν τοῖς δικαστηρίοις ὀνομαστὶ
καλῶμεν τοὺς μάρτυρας; καὶ ὅτι μὲν οὐδείς πω πόλεμος συνέστη πρότερον οὐδὲ
ἐπὶ τὴν Τροίαν τοῖς Ἕλλησιν οὐδὲ ἐπὶ τοὺς Πέρσας Μακεδόσιν, οἵπερ δὴ
δοκοῦσιν ἐν δίκῃ γενέσθαι, τοσαύτην ἔχων ὑπόθεσιν, καὶ παιδί που δῆλον,
τοῖς μέν γε λίαν ἀρχαίων ἀδικημάτων τιμωρίας σφόδρα νεαρᾶς(450) οὔτ᾽ εἰς
παῖδας οὔτε εἰς ἐγγόνους γενομένης, ἀλλὰ εἰς τὸν ἀφελόμενον καὶ
ἀποστερήσαντα [C] τὴν ἀρχὴν τοὺς τῶν ἀδικησάντων ἀπογόνους· Ἀγαμέμνων δὲ
ὥρμητο
(Now do you wish that, as though I were in a law‐court, I should summon
before you by name witnesses of this also? But it is plain even to a child
that no war ever yet arose that had so good an excuse, not even of the
Greeks against Troy or of the Macedonians(451) against the Persians,
though these wars, at any rate, are thought to have been justified, since
the latter was to exact vengeance in more recent times for very ancient
offences, and that not on sons or grandsons, but on him(452) who had
robbed and deprived of their sovereignty the descendants of those very
offenders. And Agamemnon set forth)
τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε,
(“To avenge the strivings and groans of Helen,”(453))
καὶ ἐπὶ τοὺς Τρῶας ἐστράτευε γυναῖκα μίαν ἐκδικεῖν ἐθέλων. τῷ δὲ ἔτι μὲν
ἦν νεαρὰ τὰ ἀδικήματα, ἦρχε δὲ οὐ κατὰ Δαρεῖον οὐδὲ Πρίαμον ἀνὴρ εὐγενὴς
καὶ τυχὸν δι᾽ ἀρετὴν ἢ κατὰ γένος προσηκούσης αὐτῷ τῆς βασιλείας ἀξιωθείς,
ἀλλὰ ἀναιδὴς καὶ τραχὺς βάρβαρος τῶν ἑαλωκότων οὐ πρὸ πολλοῦ. [D] καὶ ὅσα
μὲν ἔπραξε καὶ ὅπως ἦρχεν, οὔτε ἡδύ μοι λέγειν οὔτε ἐν καιρῷ· ἐν δίκῃ δὲ
ὅτι πρὸς αὐτὸν ἐπολέμησεν, ἀκηκόατε. τῆς δὲ ἐμπειρίας καὶ τῆς ἀνδρείας
ἱκανὰ μὲν τὰ πρόσθεν ῥηθέντα σημεῖα, πιστότερα δέ, οἶμαι, τὰ ἔργα τῶν
λόγων. τὰ δὲ ἐπὶ τῇ νίκῃ γενόμενα καὶ ὅπως ξίφους μὲν οὐδὲν ἐδέησεν ἔτι,
οὐδ᾽ εἴ τις ἀδικημάτων μειζόνων εἶχεν ὑποψίαν, [96] οὐδὲ εἴ τῳ πρὸς τὸν
τύραννον οἰκειοτέρα γέγονε φιλία, οὐδὲ μὴν εἴ τις ἐκείνῳ χαριζόμενος
φέρειν τε ἠξίου κηρύκιον καὶ ἐλοιδορεῖτο βασιλεῖ, τῆς προπετείας ἀπέτισε
δίκην, ὅ,τι μὴ τἆλλα μοχθηρὸς ἦν, ἐννοήσατε δὴ πρὸς φιλίου Διός. ποταπὸν
δὲ χρῆμα λοιδορία; ὡς θυμοδακὲς ἀληθῶς καὶ ἀμύττον ψυχὴν μᾶλλον ἢ σίδηρος
χρῶτα; οὐκοῦν καὶ τὸν Ὀδυσσέα παρώξυνεν εἰς δύναμιν ἀμύνασθαι λόγῳ τε καὶ
ἔργῳ· διηνέχθη γοῦν ὑπὲρ τούτου πρὸς τὸν ξενοδόκον αὐτὸς ὢν ἀλήτης καὶ
ξένος, καὶ ταῦτα εἰδώς, ὅτι
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account