καὶ λέβητας ἐείκοσιν. ἀλλ᾽ οὔ μοι σχολὴ περὶ τῶν τοιούτων ἀδολεσχεῖν· ἑνὸς δὲ ἴσως τῶν ἐκείνης δώρων τυχὸν οὐκ ἄχαρι καὶ εἰς ὑμᾶς ἀπομνημονεῦσαι, ᾧ μοι δοκῶ καὶ αὐτὸς ἡσθῆναι(578) διαφερόντως· βίβλους γὰρ φιλοσόφων καὶ ξυγγραφέων ἀγαθῶν [124] καὶ ῥετόρων πολλῶν καὶ ποιητῶν, ἐπειδὴ παντελῶς ὀλίγας οἴκοθεν ἔφερον, ἐλπίδι καὶ πόθῳ τοῦ πάλιν οἴκαδε ἐπανελθεῖν τὴν ταχίστην ψυχαγωγούμενος, ἔδωκεν ἀθρόως τοσαύτας, ὥστε ἐμοῦ μὲν ἀποπλῆσαι τὴν ἐπιθυμίαν σφόδρα ἀκορέστως ἔχοντος τῆς πρὸς ἐκείνας(579) συνουσίας, μουσεῖον δὲ Ἑλληνικὸν ἀποφῆναι βιβλίων ἕκητι τὴν Γαλατίαν καὶ τὴν Κελτίδα. τούτοις ἐγὼ προσκαθήμενος συνεχῶς τοῖς δώροις, εἴ ποτε σχολὴν ἄγοιμι, οὐκ ἔστιν ὅπως ἐπιλανθάνωμαι τῆς χαρισαμένης· [B] ἀλλὰ καὶ στρατευομένῳ μοι ἕν γέ τι πάντως ἕπεται οἷον ἐφόδιον τῆς στρατείας πρὸς αὐτόπτου πάλαι ξυγκείμενον. πολλὰ γὰρ δὴ τῆς τῶν παλαιῶν(580) ἐμπειρίας ὑπομνήματα ξὺν τέχνηι γραφέντα τοῖς ἁμαρτοῦσι διὰ τὴν ἡλικίαν τῆς θέας ἐναργῆ καὶ λαμπρὰν εἰκόνα φέρει τῶν πάλαι πραχθέντων, ὑφ᾽ ἧς ἤδη καὶ νέοι πολλοὶ γερόντων μυρίων πολιὸν μᾶλλον ἐκτήσαντο τὸν νοῦν καὶ τὰς φρένας, [C] καὶ τὸ δοκοῦν ἀγαθὸν ἐκ τοῦ γήρως ὑπάρχειν τοῖς ἀνθρώποις μόνον, τὴν ἐμπειρίαν, δι᾽ ἣν ὁ πρεσβύτης ἔχει τι λέξαι τῶν νέων σοφώτερον, τοῖς οὐ ῥᾳθύμοις τῶν νέων ἔδωκεν. ἔστι δὲ οἶμαί τις ἐν αὐτοῖς καὶ παιδαγωγία πρὸς ἦθος γενναῖον, εἴ τις ἐπίσταιτο τοὺς ἀρίστους ἄνδρας καὶ λόγους καὶ πράξεις, οἷον ἀρχέτυπα προτιθέμενος δημιουργός, πλάττειν ἤδη πρὸς ταῦτα τὴν αὑτοῦ διάνοιαν καὶ ἀφομοιοῦν τοὺς(581) λόγους. ὧν εἰ μὴ παμπληθὲς ἀπολειφθείη, [D] τυγχάνοι δὲ καὶ ἐπ᾽ ὀλίγον τῆς ὁμοιότητος, οὐ σμικρὰ ἂν ὄναιτο, εὖ ἴστε. ὃ δὴ καὶ αὐτὸς πολλάκις ξυννοῶν παιδιάν τε οὐκ ἄμουσον ἐν αὐτοῖς ποιοῦμαι καὶ στρατευόμενος καθάπερ σιτία φέρειν ἀναγκαῖα καὶ ταῦτα ἐθέλω· μέτρον δέ ἐστι τοῦ πλήθους τῶν φερομένων ὁ καιρός.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account