γνώμῃ πανδημεὶ συνεστρατεύοντο. ἠκολούθουν δὲ αὐτῷ κατὰ τὸ ξυγγενὲς ξύμμαχοι προθυμότατοι Φράγγοι καὶ Σάξονες, τῶν ὑπὲρ τὸν Ῥῆνον καὶ περὶ(163) τὴν ἑσπερίαν θάλατταν ἐθνῶν τὰ μαχιμώτατα. καὶ [35] πόλις πᾶσα καὶ φρούριον πρόσοικον Ῥήνῳ τῶν ἐνοικούντων φυλάκων ἐξερημωθέντα προδέδοτο μὲν ἀφύλακτα πάντα τοῖς βαρβάροις, ἐφ᾽ ἡμᾶς δὲ ἐξεπέμπετο παρεσκευασμένον λαμπρῶς τὸ στράτευμα· πᾶσα δὲ ἐῴκει πόλις Γαλατικὴ στρατοπέδῳ παρασκευαζομένῳ πρὸς πόλεμον· καὶ πάντα ἦν ὅπλων καὶ παρασκευῆς ἱππέων καὶ πεζῶν καὶ τοξοτῶν καὶ ἀκοντιστῶν πλήρη. συρρέοντων [B] δὲ ἐς τὴν Ἰταλίαν ἁπανταχόθεν τῶν ἐκείνου ξυμμάχων καὶ τοῖς ἐνταῦθα πάλαι κατειλεγμένοις στρατιώταις ἐς ταὐτὸν ἐλθόντων, οὐδεὶς οὕτως ἐφάνη τολμηρός, ὃς οὐκ ἔδεισεν οὐδὲ ἐξεπλάγη τὸν ἐπιόντα χειμῶνα. σκηπτὸς ἐδόκει πᾶσιν ὁ φερόμενος ἀπὸ τῶν Ἄλπεων, σκηπτὸς ἀφόρητος ἔργῳ καὶ ἄρρητος λόγῳ. τοῦτον ἔδεισαν Ἰλλυριοὶ καὶ Παίονες καὶ Θρᾷκες καὶ Σκύθαι, τοῦτον οἱ τὴν Ἀσίαν οἰκοῦντες ἄνθρωποι ἐφ᾽ αὑτοὺς ὡρμῆσθαι πάντως ὑπέλαβον, τούτῳ [C] πολεμέσειν ἤδη περὶ τῆς αὑτῶν καὶ Πέρσαι παρεσκευάζοντο. ὁ δὲ μικρὰ μὲν ἐνόμιζεν εἶναι τὰ παρόντα καὶ πόνον οὐ πολὺν τῆς σῆς συνέσεως καὶ ῥώμης κρατῆσαι, τοὺς Ἰνδῶν δὲ ἐσκόπει πλούτους καὶ Περσῶν τὴν πολυτέλειαν· τοσοῦτον(164) αὐτῷ περιῆν ἀνοίας καὶ θράσους ἐκ μικροῦ παντελῶς περὶ τοὺς κατασκόπους πλεονεκτέματος, οὓς ἀφυλάκτους ὅλῃ τῇ στρατιᾷ λοχήσας ἔκτεινεν. οὕτω τὸ πράττειν εὖ παρὰ τὴν ἀξίαν ἀρχὴ πολλάκις γέγονε τοῖς ἀνοήτοις μειζόνων συμφορῶν. [D] ἀρθεὶς γὰρ ὁ δείλαιος ὑπὸ τῆς εὐτυχίας ταύτης μετέωρος κατέλιπε μὲν τὰ προκείμενα τῆς Ἰταλίας ἐρυμνὰ χωρία, ἐς Νωρικοὺς δὲ καὶ Παίονας ἀφυλάκτως ᾔει, δεῖν αὑτῷ τάχους, ἀλλ᾽ οὐχ ὅπλων οὐδὲ ἀνδρείας οἰόμενος.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account