The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
was shown to have a treasonable purpose, and you brought proofs to make
that treason manifest.)
Ταύτην ἐκδέχεται στρατεία λαμπρὰ τὴν δημηγορίαν καὶ πόλεμος ἱερός, οὐχ
ὑπὲρ ἱεροῦ χωρίου, ὁποῖον τὸν Φωκικὸν ἀκούομεν συστῆναι(155) κατὰ τοὺς
ἔμπροσθεν, [D] ἀλλ᾽ ὑπὲρ τῶν νόμων καὶ τῆς πολιτείας καὶ φόνου πολιτῶν
μυρίων, ὧν τοὺς μὲν ἀνῃρήκει, τοὺς δὲ ἐμέλλησε, τοὺς δὲ ἐπεχείρησε
συλλαβεῖν, ὥσπερ οἶμαι δεδιὼς μή τις αὐτὸν πολίτην μοχθηρόν, ἀλλ᾽ οὐχὶ
βάρβαρον ὑπολάβῃ φύσει. τὰ γὰρ εἰς τὴν σὴν οἰκίαν ἀδικήματα οὐδενὸς ὄντα
τῶν κοινῇ τολμηθέντων αὐτῷ φαυλότερα καὶ ἐλάττονος ἀξιοῦν ᾤου δεῖν
φροντίδος· οὕτω σοι τὰ κοινὰ πρὸ τῶν ἰδίων ἔδοξε καὶ δοκεῖ τίμια.
(After your harangue there followed a brilliant campaign and a war truly
sacred, though it was not on behalf of sacred territory, like the Phocian
war, which we are told was waged(156) in the days of our ancestors, but
was to avenge the laws and the constitution and the slaughter of countless
citizens, some of whom the usurper(157) had put to death, while others he
was just about to kill or was trying to arrest. It was really as though he
was afraid that otherwise he might be considered, for all his vices, a
Roman citizen instead of a genuine barbarian. As for his crimes against
your house, though they were quite as flagrant as his outrages against the
state, you thought it became you to devote less attention to them. So true
it is, that, then as now, you rated the common weal higher than your
private interests.)
[34] Πότερον οὖν χρὴ τῶν ἀδικημάτων ἁπάντων μεμνῆσθαι ὧν εἴς τε(158) τὸ
κοινὸν καὶ κατ᾽ ἰδίαν ἔδρασε, κτείνας μὲν τὸν αὐτὸς αὑτοῦ δεσπίτην·
ἁνδράποδον γὰρ ἦν τῶν ἐκείνου προγόνων, τῆς ἁπὸ Γερμανῶν λείας λείψανον
δυστυχὲς περισωζόμενον· ἄρχειν δὲ ἡμῶν ἐπιχειρῶν, ᾧ μηδὲ ἐλευθέρῳ προσῆκον
ἦν νομισθῆναι μὴ τοῦτο παρ᾽ ὑμῶν λαβόντι· καὶ ὡς(159) τοὺς ἐπὶ τοῦ
στρατοπέδου ξυνδῶν καὶ ἀποκτιννὺς καὶ δουλεύων αἰσχρῶς τῷ πλήθει καὶ
κολακεύων τὴν εὐταξίαν διέφθειρε· καὶ ὡς τοὺς καλοὺς ἐκείνους ἐτίθει
νόμους, [B] τὴν ἡμίσειαν εἰσφέρειν, θάνατον ἀπειλῶν τοῖς ἀπειθοῦσι,
μηνυτὰς δὲ εἶναι τὸν βουλόμενον τῶν οἰκετῶν· καὶ ὅπως ἠνάγκαζε τοὺς οὐδὲν
δεομένους τὰ βασιλικὰ κτήματα πρίασθαι; ἐπιλείψει με τἀκείνου διηγούμενον
ὁ χρόνος ἀδικήματα καὶ τῆς τυραννίδος τῆς καταλαβούσης τὸ μέγεθος. ἀλλὰ
τῆς παρασκευῆς τῆς ἐς τὸν πόλεμον, ἣν κατέβαλε μὲν ἐπὶ τοὺς βαρβάρους, [C]
ἐχρήσατο δὲ ἐφ᾽ ἡμᾶς, τὴν ἰσχὺν τίς ἂν(160) ἀξίως παραστήσειε; Κελτοὶ καὶ
Γαλάται, ἔθνη καὶ τοῖς πάλαι φανέντα δυσανταγώνιστα, πολλάκις μὲν
ἐπιρρεύσαντα καθάπερ χειμάρρους ἀνυπόστατος Ἰταλοῖς καὶ Ἰλλυριοῖς, ἤδη δὲ
καὶ τῆς Ἀσίας ἁψάμενα τῷ κρατεῖν τοῖς ἐνόπλοις ἀγῶσιν, ἄκοντες(161) ἡμῖν
ὑπήκουσαν, ἔς τε(162) τοὺς καταλόγους τῶν στρατευμάτων ἐγγράφονται καὶ
τέλη παρέχονται λαμπρὰ παρὰ τῶν σῶν προγόνων καὶ πατρὸς κατειλεγμένα·
εἰρήνης δὲ μακρᾶς καὶ τῶν ἐκ ταύτης ἀγαθῶν ἀπολαύοντες, [D] ἐπιδούσης
αὐτοῖς τῆς χώρας πρὸς πλοῦτον καὶ εὐανδρίαν, καὶ ἀδελφοῖς τοῖς σοῖς
στρατιώτας καταλέξαι πολλοὺς παρέσχοντο, τέλος δὲ τῷ τυράννῳ βίᾳ καὶ οὐ
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account