[C] Εἴ οἱ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· (“Whether it fitted him and whether his glorious limbs ran free therein;”(242)) ἀνακηρύττει γὰρ εἰς ἅπαντας τὴν σὴν ἐμπειρίαν τὰ κατορθώματα. (for your successes proclaim to all men your proficiency.) Τήν γε μὴν ἱππικὴν καὶ τὴν ἐν τοῖς δρόμοις κουφότητα ἆρά σοι παραβαλεῖν ἄξιον τῶν πρόσθεν τοὺς ἀραμένους ὄνομα καὶ δόξαν μείζονα; ἢ τὸ μὲν οὐδὲ ηὕρητό πω; ἅρμασι γὰρ ἐχρῶντο καὶ οὔπω πώλοις ἄζυξι· τάχει δὲ ὅστις διήνεγκε, τούτῳ πρὸς σὲ γέγονεν ἀμφήριστος κρίσις· [D] τάξιν δὲ κοσμῆσαι καὶ φάλαγγα διατάξαι καλῶς δοκεῖ Μενεσθεὺς κράτιστος, καὶ τούτῳ διὰ τὴν ἡλικίαν ὁ Πύλιος οὐχ ὑφίεται τῆς ἐμπειρίας. ἀλλὰ τῶν μὲν οἱ πολέμιοι πολλάκις τὰς τάξεις συνετάραξαν, καὶ οὐδὲ ἐπὶ τοῦ τείχους ἴσχυον ἀντέχειν παραταττόμενοι· σοὶ δὲ μυρίαις μάχαις ξυμμίξαντι καὶ πολεμίοις πολλοῖς μὲν βαρβάροις, οὐκ ἐλάττοσι δὲ τούτων τοῖς οἴκοθεν ἀφεστῶσι καὶ συνεπιθεμένοις τῷ τὴν ἀρχὴν σφετερίσασθαι προελομένῳ ἀρραγὴς ἔμεινεν ἡ φάλανξ καὶ ἀδιάλυτος, [54] οὐδ᾽ ἐπὶ σμικρὸν ἐνδοῦσα. καὶ ὅτι μὴ λῆρος ταῦτα μηδὲ προσποίησις λόγων τῆς ἐπὶ τῶν ἔργων ἀληθείας κρείττων, ἐθέλω τοῖς παροῦσι διεξελθεῖν. γελοῖον γὰρ οἶμαι πρὸς σὲ περὶ τῶν σῶν ἔργων διηγεῖσθαι· καὶ ταὐτὸν ἂν πάθοιμι φαύλῳ καὶ ἀκόμψῳ θεατῇ τῶν Φειδίου δημιουργημάτων πρὸς αὐτὸν Φειδίαν ἐπιχειροῦντι διεξιέναι περὶ τῆς ἐν ἀκροπόλει παρθένου καὶ τοῦ παρὰ τοῖς Πισαίοις Διός. εἰ δὲ ἐς τοὺς ἄλλους ἐκφέροιμι τὰ σεμνότατα τῶν ἔργων, [B] ἴσως ἂν ἀποφύγοιμι τὴν ἁμαρτάδα, καὶ οὐκ ἔσομαι ταῖς διαβολαῖς ἔνοχος· ὥστε ἤδη θαρροῦντα χρὴ λέγειν.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account