phalanx, he was full of confidence and went to and fro in the centre of their line. But when the battle was ended as was fitting, he vanished completely, taken from our sight by I know not what god or supernatural agency, only it is quite certain that the fate in store for him was far from enviable. At any rate he was not destined to appear again, and, after insulting us with impunity, live prosperous and secure as he thought he should; but he was doomed to be completely blotted out and to suffer a punishment that for him indeed was fatal but to many was beneficial and gave them a chance of recovery.) Τὰ μὲν δὴ περὶ τὸν μηχανοποιὸν τῆς ὅλης ὑποθέσεως πλείονος ἀξιωθέντα λόγου, [C] μέσῃ τῇ πράξει(271) παρελόμενα τὸ ξυνεχὲς τῆς διηγήσεως, ἐνταῦθά που πάλιν ἀφετέα. ἐπανιτέον δὲ ὅθενπερ ἐξὴλθον καὶ ἀποδοτέον τὸ τέλος τῆς μάχης. οὐ γὰρ δὴ ξὺν τῇ τῶν στρατηγῶν δειλίᾳ καὶ τὰ τῶν στρατιωτῶν πίπτει φρονήματα, ἀλλ᾽ ἐπειδὴ τὰ τῆς τάξεως αὐτοῖς διεφθάρη, οὐ κακίᾳ σφῶν, ἀπειρίᾳ δὲ καὶ ἀμαθίᾳ τοῦ τάττοντος, κατὰ λόχους συνιστάμενοι διηγωνίζοντο· καὶ ἦν τὸ ἔργον ἁπάσης ἐλπίδος μεῖζον, [D] τῶν μὲν οὐχ ὑφιεμένων ἐς τὸ παντελὲς τοῖς κρατοῦσι, τῶν δὲ ἐπεξελθεῖν τελέως τῇ νίκῃ φιλοτιμουμένων, ξυμμιγής τε ᾔρετο τάραχος καὶ βοὴ καὶ κτύπος τῶν ὅπλων, ξιφῶν τε ἀγνυμένων ἀμφὶ τοῖς κράνεσι καὶ τῶν ἀσπίδων περὶ τοῖς δόρασιν. ἀνὴρ δὲ ἀνδρὶ ξυνίστατο, καὶ ἀπορριπτοῦντες τὰς ἀσπίδας αὐτοῖς τοῖς ξίφεσιν ὠθοῦντο(272) μικρὰ τοῦ παθεῖν φροντίζοντες, ἅπαντα δὲ εἰς τὸ δρᾶσαί τι δεινὸν τοὺς πολεμίους τὸν θυμὸν τρέποντες, τοῦ μὴ καθαρὰν αὐτοῖς μηδὲ ἄδακρυν παρασχεῖν τὴν νίκην καὶ τὸ ἀποθνήσκειν ἀνταλλαττόμενοι. [60] καὶ ταῦτα ἔδρων οὐ πεζοὶ μόνον πρὸς τοὺς διώκοντας, ἀλλὰ καὶ ὅσοις τῶν ἱππέων ὑπὸ τῶν θραυμάτων ἀχρεῖα παντελῶς ἐγεγόνει τὰ δόρατα.(273) ξυστοὶ δέ εἰσιν εὐμήκεις, οὓς συγκαταγνύντες καὶ ἀποπηδῶντες εἰς τοὺς ὁπλίτας μετεσκευάζοντο. καὶ χρόνον μὲν τινα χαλεπῶς καὶ μόλις ἀντεῖχον· ἐπεὶ δὲ οἵ τε ἱππεῖς ἔβαλλον ἐκ τόξων πόρρωθεν ἐφιππαζόμενοι(274) καὶ οἱ θωρακοφόροι πυκναῖς ἐπ᾽ αὐτοὺς ἐχρῶντο ταῖς ἐπελάσεσιν ἅτε [B] ἐν πεδίῳ καθαρῷ καὶ λείῳ νύξ τε ἐπέλαβεν, ἐνταῦθα οἱ μὲν ἀπέφευγον ἄσμενοι, οἱ δὲ ἐδίωκον καρτερῶς ἄχρι τοῦ χάρακος, καὶ αὐτὸν αἱροῦσιν αὐταῖς ἀποσκευαῖς καὶ ἀνδραπόδοις καὶ κτήνεσιν. ἀρξαμένης δὲ, ὅπερ ἔφην, ἄρτι τῆς τροπῆς τῶν πολεμίων καὶ τῶν διωκόντων οὐκ ἀνιέντων, ἐπὶ τὸ λαιὸν ὠθοῦνται, ἵναπερ ὁ ποταμὸς ἦν τοῖς κρατοῦσιν ἐν δεξιᾳ. ἐνταῦθα δὲ ὁ πολὺς ἐγένετο φόνος, [C] καὶ ἐπλήσθη νεκρῶν ἀνδρῶν τε καὶ ἵππων ἀναμίξ. οὐ γὰρ δὴ ὁ Δρᾶος ἐῴκει Σκαμάνδρῳ, οὐδὲ ἦν εὐμενὴς τοῖς φεύγουσιν, ὡς τοὺς μὲν νεκροὺς αὐτοῖς ὅπλοις ἐξωθεῖν καὶ ἀπορριπτεῖν τῶν ῥευμάτων, τοὺς ζῶντας δὲ ξυγκαλύπτειν καὶ ἀποκρύπτειν ἀσφαλῶς ταῖς δίναις. τοῦτο γὰρ ὁ ποταμὸς ὁ Τρὼς τυχὸν μὲν ὑπὸ εὐνοίας ἔδρα, τυχὸν δὲ οὕτως ἔχων μεγέθους, ὡς ῥᾴδιον παρέχειν βαδίζειν τε ἐθέλοντι καὶ νηχομένῳ τὸν πόρον· ἐπεὶ [D] καὶ γεφυροῦται μιᾶς ἐμβληθείσης εἰς αὐτὸν πτελέας, ἅπας τε ἀναμορμύρων ἀφρῷ καὶ αἵματι πλάζ᾽ ὤμους Ἀχιλῆος, εἰ χρὴ καὶ τοῦτο πιστεῦσαι, βιαιότερον δὲ οὐδὲν εἰργάζετο·
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account