The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
had to encounter adversaries of all sorts, and has won its pre‐eminence by
good judgment combined with good luck, has naturally adapted itself to
every kind of armour, and to a varying equipment.)
Ἀλλὰ ταῦτα μὲν ἴσως οὐδὲν πρὸς τὸν λόγον, ὡς ἂν εἴποιεν οἱ ταῖς τῶν
ἐπαίνων τέχναις καθάπερ νόμοις ἐπιτεταγμένοι· ἐγὼ δὲ εἰ μὲν τί σοι
προσήκει καὶ τούτων, ἐν καιρῷ σκέψομαι, [64] τά γε μὴν ὀνείδη τῶν ἀνθρώπων
οὐ χαλεπῶς ἀπολύομαι. φημὶ γὰρ ὡς οὔτε ἐγὼ τῶν τεχνῶν μεταποιοῦμαι οὔτε
ὅστις μή τισιν ὡμολόγησεν ἐμμενεῖν ἀδικεῖ μὴ φυλάττων ταῦτα· τυχὸν δὲ καὶ
ἄλλων οὐκ ἀπορήσομεν εὐπρεπῶν παραιτήσεων. ἀλλ᾽ οὐ γὰρ ἄξιον μακρότερον
εἰς οὐδὲν δέον ἀπαρτᾶν τὸν λόγον καὶ ἀποπλανᾶσθαι τῆς ὑποθέσεως.
ἐπαναβῶμεν οὖν αὖθις εἰς ἴχνος καὶ ὅθεν ἐξέβην.
(But perhaps those who watch over the rules for writing panegyric as
though they were laws, may say that all this is irrelevant to my speech.
Now whether what I have been saying partly concerns you I shall consider
at the proper time. But at any rate I can easily clear myself from the
accusation of such persons. For I declare that I make no claim to be an
expert in their art, and one who has not agreed to abide by certain rules
has the right to neglect them. And it may be that I shall prove to have
other convincing excuses besides. But it is not worth while to interrupt
my speech and digress from my theme any longer when there is no need. Let
me, then, retrace my steps to the point at which I digressed.)
[B] Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς
Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα
ἀναρπασόμενοι,(295) καὶ ἐδέδοτό σφιν τοῦ πρόσω χωρεῖν τὸ σημεῖον, ὠθοῦντο
ξύμπαντες, αὐτός τις ἐθέλων πρῶτος ἐσαλέσθαι τὸ τεῖχος καὶ οἴχεσθαι φέρων
τὸ ἐπ᾽ αὐτῷ κλέος· εἶναί τε οὐδὲν ἐτόπαζον δέος· οὐδὲ γὰρ ὑπομενεῖν σφῶν
τὴν ὁρμὴν τοὺς ἔνδον. [C] Παρθυαίοις μὲν τοσοῦτον περιῆν ἐλπίδος. οἱ δὲ
πυκνήν τε εἶχον τὴν φάλαγγα κατὰ τὸ διερρηγμένον τοῦ τείχους, καὶ ὑπὲρ τοῦ
συνεστῶτος ὁπόσον ἦν ἀχρεῖον πλῆθος ἐν τῇ πόλει κατέστησαν ἀναμίξαντες τῶν
στρατιωτῶν οὐκ ἐλάττω μοῖραν. ἐπεὶ δὲ οἱ πολέμιοι προσήλαυνον καὶ οὐδὲν
ἐπ᾽ αὐτοὺς ἐκ τοῦ τείχους ἀφίετο βέλος, βεβαιοτέραν εἶχον τὴν ἐλπίδα τοῦ
κατ᾽ ἄκρας αἱρήσειν τὴν πόλιν, καὶ τοὺς ἵππους ἔπαιον μάστιξι καὶ ᾕμασσον
τὰς πλευρὰς τοῦς κέντροις, [D] ἕως ἐποιήσαντο σφῶν κατὰ νώτου τὰ χώματα·
ἐπεποίητο δὲ ὑπ᾽ αὐτῶν ἐκεῖνα πρότερον πρὸς τὸ ἐπέχειν τοῦ Μυγδονίου τὰς
ἐκροάς, ἰλύς τε ἦν περὶ τὸ χωρίον εὖ μάλα βαθεᾶα † οὐδὲ αὐτοῦ παντελῶς
ὄντος ὑπὸ τῆς ὕλης(296)† καὶ διὰ τὸ πίειραν εἶναι τὴν γῆν καὶ στέγειν
δύνασθαι φύσει τὰς λιβάδας. ἦν δὲ ἐνταῦθα καὶ παλαιὸν ἔρυμα τῇ πόλει
τάφρος εὐρεῖα, καὶ ἐν αὐτῇ βαθύτερον συνειστήκει τέλμα. [65] ἁπτομένων δὲ
ἤδη τῶν πολεμίων καὶ ταύτης καὶ διαβαίνειν πειρωμένων, ἐπεξῇσαν(297)
πολλοὶ μὲν ἔνδοθεν, πολλοὶ δὲ ἀπὸ τῶν τειχῶν ἔβαλλον τοῖς λίθοις· καὶ
αὐτῶν μὲν πολὺς ἐγένετο φόνος, φυγῇ δὲ ἔτρεπον τοὺς ἵππους ξύμπαντες, τῷ
μόνον ἐθέλειν καὶ δηλοῦν τὴν γνώμην διὰ τοῦ σχήματος. ἐπιστρεφόντων γὰρ
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account