The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
[D] Τούτοις ἐμαυτὸν ψυχαγωγήσας ἐπ᾽ ἐκεῖνο τὸ μέρος ἄπειμι πάλιν, ὃ δοκεῖ
τῇ μὲν ἀληθείᾳ μικρὸν εἶναι, πρὸς δόξαν δὲ ὅμως οὐκ ἀγεννές. Ὁμήρου τοί
φασι δεῖσθαι καὶ τὸν Ἀλέξανδρον, οὐ δήπου συνόντος, ἀλλὰ κηρύττοντος ὥσπερ
Ἀχιλλέα καὶ Πάτροκλον καὶ Αἴαντας ἄμφω καὶ τὸν Ἀντίλοχον. ἀλλ᾽ ὁ μὲν
ὑπερορῶν ἀεὶ τῶν παρόντων, ἐφιέμενος δὲ τῶν ἀπόντων οὐκ ἠγάπα τοῖς καθ᾽
ἑαυτὸν οὐδὲ ἠρκεῖτο τοῖς δοθεῖσι· καὶ εἴπερ ἔτυχεν Ὁμήρου, [251] τὴν
Ἀπόλλωνος ἴσως ἂν ἐπόθησε λύραν, ᾗ τοῖς Πηλέως ἐκεῖνος ἐφύμνησε γάμοις, οὐ
τῆς Ὁμήρου συνέσεως τοῦτο πλάσμα νομίσας, ἀλλ᾽ ἀληθὲς ἔργον ἐνυφανθὲν τοῖς
ἔπεσιν, ὥσπερ οἶμαι τὸ
(Now that I have consoled myself with these arguments I will go back to
that other consideration which, though it seems trivial, nevertheless is
generally esteemed to be not ignoble. Even Alexander, we are told, felt a
need for Homer, not, of course, to be his companion, but to be his herald,
as he was for Achilles and Patroclus and the two Ajaxes and Antilochus.
But Alexander, ever despising what he had and longing for what he had not,
could never be content with his contemporaries or be satisfied with the
gifts that had been granted to him. And even if Homer had fallen to his
lot he would probably have coveted the lyre of Apollo on which the god
played at the nuptials of Peleus;(353) and he would not have regarded it
as an invention of Homer’s genius but an actual fact that had been woven
into the epic, as when for instance Homer says,)
Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν
(“Now Dawn with her saffron robe was spread over the whole
earth”;(354))
καὶ
(and)
Ἡέλιος δ᾽ ἀνόρουσε
(“Then uprose the Sun”;(355))
καὶ
(and)
Κρήτη τις γαῖ᾽ ἐστί,
(“There is a land called Crete”;(356))
καὶ ὅσα τοιαῦτά φασιν οἱ ποιηταί, δῆλα καὶ ἐναργῆ τὰ μὲν ὄντα καὶ εἰς ἡμᾶς
ἕτι, τὰ δὲ γιγνόμενα.
(or other similar statements of poets about plain and palpable things
partly existing to this very day, partly still happening.)
[B] Ἀλλὰ τῷ μὲν εἴτε μέγεθος ἀρετῆς ὑπερέχον(357) καὶ τῶν προσόντων ἀγαθῶν
οὐδαμῶς ἐλάττων σύνεσις εἰς τοσαύτην ἐπιθυμίαν τὴν ψυχὴν ἐξῆγεν, ὥστε
μειζόνων ἢ κατὰ τοὺς ἄλλους ὀρέγεσθαι,(358) εἴθ᾽ ὑπερβολή τις ἀνδρείας καὶ
θάρσους εἰς ἀλαζονείαν ἄγουσα(359) καὶ πρὸς αὐθάδειαν βλέπουσα, ἀφείσθω
σκοπεῖν ἐν κοινῷ τοῖς βουλομένοις ἐπαινεῖν ἢ ψέγειν αὐτόν, [C] εἴ τις ἄρα
καὶ ταύτης ὑπολαμβάνει τῆς μερίδος προσήκειν ἐκείνῳ. ἡμεῖς δὲ τοῖς
παροῦσιν ἀγαπῶντες ἀεὶ καὶ τῶν ἀπόντων ἥκιστα μεταποιούμενοι στέργομεν
μέν, ὁπόταν ὁ κήρυξ ἐπαινῇ, θεατής τε καὶ συναγωνιστὴς πάντων ἡμῖν
γεγονώς, μὴ τοὺς λόγους παραδεξάμενος εἰς χάριν καὶ ἀπέχθειαν εἰκῇ
πεπλασμένους· ἀρκεῖ δὲ ἡμῖν καὶ φιλεῖν ὁμολογῶν μόνον, ἐς δὲ τὰ ἄλλα
σιωπηλότερος ὢν καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account