[D] Τοιαῦτα τοῦ Ἑρμοῦ κηρύττοντος ἐκληροῦντο· καί πως συνέδραμε τῇ τοῦ Καίσαρος ὁ κλῆρος φιλοπρωτίᾳ. τοῦτο ἐκεῖνον μὲν ἐποίησε γαῦρον καὶ σοβαρώτερον· ἐδέησε δὲ διὰ τοῦτο μικροῦ καὶ φεύγειν τὴν κρίσιν ὁ Ἀλέξανδρος· ἀλλὰ παραθαρρύνων αὐτὸν ὁ μέγας Ἡρακλῆς ἐπέσχε. δεύτερος δὲ ἐπ᾽ ἐκεΊνῳ λέγειν ἔλαχεν Ἀλέξανδρος· ἐπὶ δὲ τῶν ἑξῆς [320] οἱ κλῆροι τοῖς ἑκάστου χρόνοις συμπροῆλθον. ἤρξατο οὖν ὁ Καῖσαρ ὡδί· Ἐμοὶ μέν, ὦ Ζεῦ καὶ θεοί, γενέσθαι ἐν τηλικαύτῃ συνέβη πόλει μετὰ τοσούτους ἄνδρας, ὥστε τὴν μὲν ὅσων οὐ πώποτε ἄλλη πόλις ἐβασίλευσε βασιλεύειν, ταῖς δὲ ἀγαπητὸν τὸ καὶ τὰ δεύτερα κομίσασθαι. τίς γὰρ πόλις ἀπὸ τρισχιλίων ἀνδρῶν ἀρξαμένη [B] ἐν οὐδὲ ὅλοις ἔτεσιν ἑξακοσίοις ἐπὶ γῆς ἦλθε πέρατα τοῖς ὄπλοις; ποῖα δὲ ἔθνη τοσούτους ἄνδρας ἀγαθούς τε καὶ πολεμικοὺς παρέσχετο καὶ νομοθετικούς; θεοὺς δὲ ἐτίμησαν οὕτω τίνες; ἐν δὴ τοσαύτῃ καὶ τηλικαύτῃ πόλει γενόμενος οὐ τοὺς κατ᾽ ἐμαυτὸν μόνον, ἀλλὰ καὶ τοὺς πώποτε παρῆλθον τοῖς ἔργοις. καὶ τῶν ἐμῶν μὲν πολιτῶν εὖ οἶδα ὡς οὐδεὶς ἀντιποιήσεταί μοι τῶν πρωτείων· [C] εἰ δὲ Ἀλέξανδρος οὑτοσὶ τολμᾷ, τίνα τῶν ἔργων τῶν ἑαυτοῦ τοῖς ἐμοῖς ἀξιοῖ παραβαλεῖν; ἴσως τὰ Περσικά, ὥσπερ οὐχ ἑορακὼς ἐγηγερμένα μοι τοσαῦτα κατὰ Πομπηίου τρόπαια; καίτοι τίς δεινότερος στρατηγὸς γέγονε, Δαρεῖος ἢ Πομπήιος; ποτέρῳ δὲ ἀνδρειότερον ἠκολούθει στρατόπεδον; τὰ μὲν οὖν μαχιμώτατα τῶν Δαρείῳ πρότερον [D] ὑπακουόντων ἐθνῶν ἐν τῇ Καρῶν μοίρᾳ Πομπήιος εἶχεν ἑπόμενα, τοὺς δὲ ἐκ τῆς Εὐρώπης, οἳ τὴν Ἀσίαν πολλάκις πόλεμον ἐπάγουσαν ἐτρέψαντο, καὶ τούτων αὐτῶν τοὺς ἀνδρειοτάτους, Ἰταλούς, Ἰλλυριούς, Κελτούς. ἀλλ᾽ ἐπειδὴ τῶν Κελτῶν ὑπεμνήσθην, ἆρα τοῖς Γετικοῖς ἔργοις Ἀλεξάνδρου τὴν τῆς Κελτικῆς ἀντιτάττομεν καθαίρεσιν; οὗτος ἅπαξ ἐπεραιώθη τὸν Ἴστρον, ἐγὼ δεύτερον τὸν Ῥῆνον· Γερμανικὸν αὖ τοῦτο τὸ ἐμὸν ἔργον. τούτῳ δὲ ἀντέστη μὲν οὐδὲ εἷς, [321] ἐγὼ πρὸς Ἀριόβιστον ἠγωνισάμην πρῶτος ἐτόλμησα Ῥωμαίων ἐπιβὴναι τῆς ἐκτὸς θαλάσσης. καὶ τοῦτο ἦν ἴσως τὸ ἔργον οὐ θαυμαστόν. καίτοι τὴν τόλμαν καὶ ταύτην ἄξιον θαυμάσαι· ἀλλὰ τὸ μεῖζόν μου, τὸ ἀποβῆναι τῆς νεὼς πρῶτον· καὶ τοὺς Ἑλβετίους σιωπῶ καὶ τὸ τῶν Ἰβήρων ἔθνος. οὐδενὸς ἔτι τῶν Γαλατικῶν ἐπεμνήσθην, πλεῖν(611) ἢ τριακοσίας ὑπαγαγόμενος πόλεις, ἀνδρῶν δὲ οὐκ ἐλάσσους ἢ διακοσίας μυριάδας. ὄντων δὲ τούτων μοι τοιούτων ἔργων, ἐκεῖνο μεῖζον ἦν καὶ τολμηρότερον. [B] ἐχρῆν γάρ με καὶ πρὸς αὐτοὺς διαγωνίζεσθαι τοὺς πολίτας καὶ κρατεῖν τῶν ἀμάχων καὶ ἀνικήτων Ῥωμαίων. εἴτε οὖν πλήθει τις κρίνει παρατάξεων, τρὶς τοσαυτάκις παρεταξάμην, ὁσάκις ὑπὲρ Ἀλεξάνδρου κομπάζουσιν οἱ τὰ περὶ αὐτοῦ σεμνοποιοῦντες, εἴτε πλήθει πόλεων αἰχμαλώτων, οὐ τῆς Ἀσίας μόνον, [C] ἀλλὰ καὶ τῆς Εὐρώπης τὰ πλεῖστα κατεστρεψάμην. Ἀλέξανδρος Αἴγυπτον ἐπῆλθε(612) θεωρῶν, ἐγὼ δὲ συμπόσια συγκροτῶν κατεπολέμησα. τὴν δὲ μετὰ τὸ κρατῆσαι πρᾳότητα βούλεσθε ἐξετάσαι τὴν παρ᾽ ἑκατέρῳ; ἐγὼ καὶ τοῖς πολεμίοις συνέγνων· ἔπαθον γοῦν ὑπ᾽ αὐτῶν ὅσα ἐμέλησε τῇ Δίκῃ· ὁ δὲ πρὸς τοῖς πολεμίοις οὐδὲ τῶν φίλων ἀπέσχετο. [D] ἔτι οὖν μοι περὶ τῶν πρωτείων ἀμφισβητεῖν οἷός τε ἔσῃ; καὶ οὐκ αὐτόθεν καὶ
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account