Τὸ δ᾽ ᾆσμα πεζῇ μὲν λέξει πεποίηται, λοιδορίας δ᾽ ἔχει πολλὰς καὶ μεγάλας, οὐκ εἰς ἄλλους μὰ Δία· [B] πῶς γάρ; ἀπαγορεύοντος τοῦ νόμου· εἰς δὲ τὸν ποιητὴν αὐτὸν καὶ τὸν ξυγγραφέα. τὸ γὰρ εἰς ἑαυτὸν γράφειν εἴτε ἐπαίνους εἴτε ψόγους εἴργει νόμος οὐδείς. ἐπαινεῖν μὲν δὴ καὶ σφόδρα ἐθέλων ἐμαυτὸν οὐκ ἔχω, ψέγειν δὲ μυρία, καὶ πρῶτον ἀρξάμενος ἀπὸ τοῦ προσώπου. τούτῳ γὰρ οἶμαι φύσει γεγονότι μὴ λίαν καλῷ μηδ᾽ εὐπρεπεῖ μηδ᾽ ὡραίῳ ὑπὸ δυστροπίας καὶ δυσκολίας αὐτὸς [C] προστέθεικα τὸν βαθὺν τουτονὶ πώγωνα, δίκας αὐτὸ πραττόμενος, ὡς ἔοικεν, οὐδενὸς μὲν ἄλλου, τοῦ δὲ μὴ φύσει γενέσθαι καλόν. ταῦτά τοι διαθεόντων ἀνέχομαι τῶν φθειρῶν ὥσπερ ἐν λόχμῃ τῶν θηρίων. ἐσθίειν δὲ λάβρως ἢ πίνειν χανδὸν οὐ συγχωροῦμαι· δεῖ γὰρ οἶμαι προσέχειν, μὴ λάθω συγκαταφαγὼν(682) τὰς τρίχας τοῖς ἄρτοις. [D] ὑπὲρ δὲ τοῦ φιλεῖσθαι καὶ φιλεῖν ἥκιστα ἀλγῶ. καίτοι καὶ τοῦτο ἔχειν ἔοικεν ὁ πώγων ὥσπερ τὰ ἄλλα λυπηρόν, οὐκ ἐπιτρέπων καθαρὰ λείοις καὶ διὰ τοῦτο οἶμαι γλυκερώτερα χείλεσι χείλη προσμάττειν, ὅπερ ἤδη τις ἔφη τῶν ἐργασαμένων ξὺν τῷ Πανὶ καὶ τῇ Καλλιόπῃ εἰς τὸν Δάφνιν ποιήματα. ὑμεῖς δέ φατε δεῖν καὶ σχοινία πλέκειν ἐνθένδε· καὶ ἕτοιμος παρέχειν, ἢν μόνον ἕλκειν δυνηθῆτε καὶ μὴ τὰς ἀτρίπτους ὑμῶν καὶ μαλακὰς χεῖρας ἡ τραχύτης αὐτῶν δεινὰ ἐργάσηται. νομίσηι δὲ μηδεὶς δυσχεραίνειν ἐμὲ τῷ σκώμματι. [339] δίδωμι γὰρ αὐτὸς τὴν αἰτίαν ὥσπερ οἱ τράγοι τὸ γένειον ἔχων, ἐξὸν οἶμαι λεῖον αὐτὸ ποιεῖν καὶ ψιλόν, ὁποῖον οἱ καλοὶ τῶν παίδων ἔχουσιν ἅπασαί τε αἱ γυναῖκες, αἷς φύσει πρόσεστι τὸ ἐράσμιον. ὑμεῖς δὲ καὶ ἐν τῷ γήρᾳ ζηλοῦντες τοὺς ὑμῶν αὐτῶν υἱέας καὶ τὰς θυγατέρας ὑπὸ ἁβρότητος βίου καὶ ἴσως ἁπαλότητος τρόπου λεῖον ἐπιμελῶς ἐργάζεσθε, τὸν ἄνδρα ὑποφαίνοντες [B] καὶ παραδεικνύντες διὰ τοῦ μετώπου καὶ οὐχ ὥσπερ ἡμεῖς ἐκ τῶν γνάθων.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account