The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
(“ ‘And again, Homer did not show us the Trojan women praying to Priam or
to any one of his daughters or sons, nay not even to Hector himself
(though he does indeed say that the men of Troy were wont to pray to
Hector as to a god); but in his poems he did not show us either women or
men in the act of prayer to him, but he says that to Athene all the women
lifted up their hands with a loud cry,(707) which was in itself a barbaric
thing to do and suitable only for women, but at any rate it displayed no
impiety to the gods as does your conduct. For you applaud men instead of
the gods, or rather instead of the gods you flatter me who am a mere man.
But it would be best, I think, not to flatter even the gods but to worship
them with temperate hearts.’ ”)
Ἰδού, πάλιν ἐγὼ τὰ συνήθη τεχνιτεύω λεξείδια καὶ οὐδ᾽ ἐμαυτῷ συγχωρῶ
φθέγγεσθαι ὡς ἔτυχεν ἀδεῶς καὶ ἐλευθέρως, ἀλλὰ ὑπὸ τῆς συνήθους σκαιότητος
καὶ ἐμαυτὸν συκοφαντῶ. ταῦτά τις καὶ τοιαῦτ᾽ ἂν λέγοι πρὸς ἄνδρας οὐ τὰ
πρὸς τοὺς ἄρχοντας μόνον, [C] ἀλλὰ καὶ τὰ πρὸς τοὺς θεοὺς ἐλευθέρους εἶναι
θέλοντας, ὅπως τις εὔνους αὐτοῖς ὥσπερ πατὴρ ἤπιος νομισθείη, φύσει
πονηρὸς ὢν ὥσπερ ἐγώ. ἀνέχου τοίνυν αὐτῶν μισούντων καὶ λοιδορούντων λάθρᾳ
ἢ καὶ φανερῶς, ἐπειδὴ κολακεύειν ἐνόμισας τοὺς ἐν τοῖς ἱεροῖς ὁρμῇ
μιᾷ(708) σε ἐπαινοῦντας. οὐ γὰρ οἶμαι διενοήθης ὅπως ἁρμόσει τῶν ἀνδρῶν
οὔτε τοῖς ἐπιτηδεύμασιν οὔτε τοῖς βίοις οὔτε τοῖς ἤθεσιν. εἶεν. ἀλλ᾽
ἐκεῖνο τίς ἀνέξεταί σου; καθεύδεις ὡς ἐπίπαν νύκτωρ μόνος οὐδ᾽ ἔστιν
οὐδέν, [D] ὅ σου τὸν ἄγριον καὶ ἀνήμερον μαλάξει θυμόν· ἀποκέκλεισται δὲ
πάσῃ πανταχοῦ πάροδος γλυκυθυμίᾳ· καὶ τὸ μέγιστον τῶν κακῶν, ὅτι τοιοῦτον
ζῶν βίον εὐφραίνῃ καὶ πεποίησαι τὰς κοινὰς κατάρας ἡδονήν. εἶτα
ἀγανακτεῖς, εἴ του τὰ τοιαῦτα ἀκοίεις; ἐξὸν εἰδέναι χάριν τοῖς ὑπ᾽ εὐνοίας
ἐμμελέστερόν σε νουθετοῦσιν ἐν τοῖς ἀναπαίστοις ἀποψιλῶσαι μὲν τὰς
παρειάς, καλὰ δὲ ἀπὸ σαυτοῦ πρῶτον ἀρξάμενον δεικνύειν πάντα τῷ δήμῳ τῷ
φιλογέλωτι τῷδε θεάματα, [346] μίμους, ὀρχηστάς, ἥκιστα αἰσχυνομένας
γυναῖκας, παιδάρια περὶ κάλλους ἁμιλλώμενα ταῖς γυναιξίν, ἄνδρας
ἀπεψιλωμένους οὔτι τὰς γνάθους μόνον, ἀλλὰ καὶ ἅπαν τὸ σῶμα, λειότεροι τῶν
γυναικῶν ὅπως φαίνοιντο τοῖς ἐντυγχάνουσιν, ἑορτάς, πανηγύρεις, οὔτι μὰ
Δία τὰς ἱεράς, ἐν αἷς χρὴ σωφρονεῖν· ἅλις μὲν γὰρ ἐκείνων ἐστίν, ὥσπερ τῆς
δρυός, [B] καὶ πολὺς ὁ κόρος αὐτῶν. ἔθυσεν ὁ καῖσαρ ἐν τῷ τοῦ Διὸς ἅπαξ,
εἶτα ἐν τῷ τῆς Τύχης, εἰς τὸ τῆς Δήμητρος τρὶς ἐφεξῆς ἐβάδισεν·
ἐπιλέλησμαι γὰρ εἰς τὸ τῆς Δάφνης ὁσάκις εἰσῆλθον πέμενος, προδοθὲν μὲν
ὀλιγωρίᾳ τῶν φυλάκων, ταῖς δὲ τῶν ἀθέων ἀνδρῶν τόλμαις ἀφανισθέν. ἡ Σύρων
ἥκει νουμηνία, καὶ ὁ καῖσαρ αὖθις εἰς Φιλίου Διός· εἶτα ἡ πάγκοινος ἑορτή,
καὶ ὁ καῖσαρ εἰς τὸ τῆς [C] Τύχης ἔρχεται τέμενοσ. ἐπισχὼν δὲ τὴν ἀποφράδα
πάλιν ἐς Φιλίου Διὸς τὰς εὐχὰς ἀναλαμβάνει κατὰ τὰ πάτρια. καὶ τίς
ἀνέξεται τοσαυτάκις εἰς ἱερὰ φοιτῶντος καίσαρος, ἐξὸν ἅπαξ ἢ δὶς ἐνοχλεῖν
τοῖς θεοῖς, ἐπιτελεῖν δὲ τὰς πανηγύρεις ἐκείνας, ὁπόσαι κοιναὶ μέν εἰσι
παντὶ τῷ δήμῳ καὶ ὧν ἔξεστι μετέχειν οὐ τοῖς ἐπισταμένοις μόνον
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account