there and that you should be followed by a troop of handsome boys at whom the citizens could stare, and by choruses of women like those that exhibit themselves every day in our city?”) [351] Ἐμὲ δὲ ὑγρὸν βλέπειν ῥιπτοῦντα πανταχοῦ τὰ ὄμματα, ὅπως ὑμῖν καλός, οὔτι τὴν ψυχήν, ἀλλὰ τὸ πρόσωπον ὀφθείην, ὁ τρόπος οὐ συγχωρεῖ. ἔστι γάρ, ὡς ὑμεῖς κρίνετε, ψυχῆς ἀληθινὸν κάλλος ὑγρότης βίου. ἐμὲ δὲ ὁ παιδαγωγὸς ἐδίδασκεν εἰς γῆν βλέπειν ἐς διδασκάλου φοιτῶντα· θέατρον δ᾽ οὐκ εἶδον πρὶν μᾶλλον κομῆσαι τῆς κεφαλῆς τὸ γένειον, ἐν ἐκείνῳ δὲ τῆς ἡλικίας ἰδίᾳ μὲν καὶ κατ᾽ ἐμαυτὸν οὐδέποτε, τρίτον δὲ ἢ τέταρτον, εὖ ἴστε, [B] Πατρόκλῳ ἐπίηρα φέρων ἄρχων ἐπέταττεν οἰκεῖος ὢν ἐμοὶ καὶ ἀναγκαῖος· ἐτύγχανον δὲ ἰδιώτης ἔτι· σύγγνωτε οὖν ἐμοί· δίδωμι γὰρ ὃν ἀντ᾽ ἐμοῦ δικαιότερον μισήσετε τὸν φιλαπεχθήμονα παιδαγωγόν, ὅς με καὶ τότε ἐλύπει μίαν ὁδὸν ἰέναι διδάσκων καὶ νῦν αἴτιος ἐστί μοι τῆς πρὸς ὑμᾶς ἀπεχθείας, [C] ἐνεργασάμενος τῇ ψυχῇ καὶ ὥσπερ ἐντυπώσας ὅπερ ἐγὼ μὲν οὐκ ἐβουλόμην τότε, ὁ δὲ ὡς δή τι χαρίεν ποιῶν μάλα προθύμως ἐνετίθει, καλῶν οἶμαι σεμνότητα τὴν ἀγροικίαν καὶ σωφροσύνην τὴν ἀναισθησίαν, ἀνδρείαν δὲ τὸ μὴ εἴκειν ταῖς ἐπιθυμίαις μηδ᾽ εὐδαίμονα ταύτῃ γίνεσθαι. ἔφη δέ μοι πολλάκις, εὖ ἴστε, ναὶ μὰ Δία καὶ μούσας, ὁ παιδαγωγὸς ἔτι παιδαρίῳ κομιδῇ, Μή σε παραπειθέτω τὸ πλῆθος τῶν ἡλικιωτῶν ἐπὶ τὰ θέατρα [D] φερόμενον ὀρεχθῆναί ποτε ταυτησὶ τῆς θέας. ἱπποδρομίας ἐπιθυμεῖς; ἔστι παρ᾽ Ὁμήρῳ δεξιώτατα πεποιημένη· λαβὼν ἐπέξιθι τὸ βιβλίον. τοὺς παντομίμους ἀκούεις ὀρχηστάς; ἔα χαίρειν αὐτούς· ἀνδρικώτερον παρὰ τοῖς Φαίαξιν ὀρχεῖται τὰ μειράκια· σὺ δ᾽ ἔχεις κιθαρῳδὸν τὸν Φήμιον καὶ ᾠδὸν τὸν Δημόδοκον. ἔστι καὶ φυτὰ παρ᾽ αὐτῷ πολλὰ τερπνότερα ἀκοῦσαι τῶν ὁρωμένων·
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account