(2) In the last chapter of the Fifth Book of his Ecclesiastical History (c. xxviii.), entitled Περὶ τῶν τὴν Ἀρτέμωνος αἵρεσιν ἐξαρχῆς προβεβλημένων· οἷοί τε τὸν τρόπον γεγόνασι καὶ ὅπως τὰς ἁγίας γραφὰς διαφθεῖραι τετολμήκασιν, Eusebius quotes the following complaint from an earlier source, entitled the _Little Labyrinth_ (± 235):—Γραφὰς μὲν θείας ἀφόβως ῥερᾳδιουργήκασιν, πίστεως δὲ ἀρχαίας κανόνα ἠθετήκασι, Χριστὸν δὲ ἠγνοήκασιν, οὐ τί αἱ θεῖαι λέγουσι γραφαὶ ζητοῦντες, but occupying themselves with Logic, Geometry, Euclid, Aristotle, Theophrastus, and Galen, ταῖς τῶν ἀπίστων τέχναις, τὴν ἁπλῆν τῶν θείων γραφῶν πίστιν καπηλεύοντες ... διὰ τοῦτο ταῖς θείαις γραφαῖς ἀφόβως ἐπέβαλον τὰς χεῖρας, _λέγοντες αὐτὰς διωρθωκέναι_. Καὶ ὅτι τοῦτο μὴ καταψευδόμενος αὐτῶν λέγω, ὁ βουλόμενος δύναται μαθεῖν. Εἰ γάρ τις θελήσει συγκομίσας αὐτῶν ἑκάστου _τὰ ἀντίγραφα_ ἐξετάζειν πρὸς ἄλληλα, κατὰ πολὺ ἂν εὕροι διαφωνοῦντα. Ἀσύμφωνα γοῦν ἔσται τὰ Ἀσκληπιάδου τοῖς Θεοδότου· Πολλῶν δὲ ἔστιν εὐπορῆσαι διὰ τὸ φιλοτίμως ἐγγεγράφθαι τοὺς μαθητὰς αὐτῶν τὰ ὑφ’ ἑκάστου αὐτῶν, ὡς αὐτοὶ καλοῦσι _κατωρθωμένα_ τουτέστιν ἠφανισμένα. Πάλιν δὲ τούτοις τὰ Ἑρμοφίλου οὐ συνᾴδει. Τὰ γὰρ Ἀπολλωνίδου οὐδὲ αὐτὰ ἑαυτοῖς ἐστι σύμφωνα. Ἔνεστι γὰρ συγκρῖναι τὰ πρότερον ὑπ’ αὐτῶν[198] κατασκευασθέντα τοῖς ὕστερον πάλιν ἐπιδιαστραφεῖσι, καὶ εὑρεῖν κατὰ πολὺ ἀπᾴδοντα. Ὅσης δὲ τόλμης ἐστὶ τοῦτο τὸ ἁμάρτημα, εἰκὸς μηδὲ ἐκείνους ἀγνοεῖν. Ἢ γὰρ οὐ πιστεύουσιν Ἁγίῳ Πνεύματι λελέχθαι τὰς θείας γραφὰς, καί εἰσιν ἄπιστοι· ἢ ἑαυτοὺς ἡγοῦνται σοφωτέρους τοῦ Ἁγίου Πνεύματος ὑπάρχειν, καὶ τί ἕτερον ἢ δαιμονῶσιν; Οὐδὲ γὰρ ἀρνήσασθαι δύνανται ἑαυτῶν εἶναι τὸ τόλμημα, ὁπόταν καὶ τῇ αὐτῶν χειρὶ ᾖ γεγραμμένα, καὶ παρ’ ὧν κατηχήθησαν μὴ τοιαύτας παρέλαβον τὰς γραφάς· καὶ δεῖξαι ἀντίγραφα, ὅθεν αὐτὰ μετεγράψαντο, μὴ ἔχωσιν. Ἔνιοι δὲ αὐτῶν οὐδὲ παραχαράσσειν ἠξίωσαν αὐτὰς, ἀλλ’ ἁπλῶς ἀρνησάμενοι τόν τε νόμον καὶ τοὺς προφήτας ἀνόμου καὶ ἀθέου διδασκαλίας προφάσει χάριτος, εἰς ἔσχατον ἀπωλείας ὄλεθρον κατωλίσθησαν.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account