1 Αἴγυπτον δήμου Ῥωμαίων ἡγεμονίᾳ προσέθηκα. 2 Ἀρμενίαν τὴν μ[εί]ζονα ἀναιρεθέντος τοῦ βασιλέ- 3 ως δυνάμενος ἐπαρχείαν ποῆσαι μᾶλλον ἐβου- 4 λήθην κατὰ τὰ πάτρια ἡμῶν ἔθη βασιλείαν Τιγρά- 5 νῃ Ἀρταουάσδου υἱῷ, υἱωνῷ δὲ Τιγράνου βασι- 6 λέως δ[ο]ῦν[α]ι διὰ Τιβερίου Νέρωνος, ὃς τότ’ ἐμοῦ 7 πρόγονος ἦν· καὶ τὸ αὐτὸ ἔθνος ἀφιστάμενον καὶ 8 ἀναπολεμοῦν δαμασθὲν ὑπὸ Γαΐου τοῦ υἱοῦ 9 μου βασιλεῖ Ἀριοβαρζάνει, βασιλέως Μήδων Ἀρτα- 10 βάζου υἱῷ παρέδωκα καὶ μετὰ τὸν ἐκείνου θάνα- 11 τον τῷ υἱῷ αὐτοῦ Ἀρταουάσδη· οὗ ἀναιρεθέντος 12 Τιγράνην, ὃς ἦν ἐκ γένους Ἀρμενίου βασιλικοῦ, εἰς 13 τὴν βασιλείαν ἔπεμψα. § Ἐπαρχείας ἁπάσας, ὅσαι 14 πέραν τοῦ Εἰονίου κόλπου διατείνουσι πρὸς ἀνα- 15 τολὰς, καὶ Κυρήνην ἐκ μείσζονος μέρους ὑπὸ βασι- 16 λέων κατεσχημένας καὶ ἔμπροσθεν Σικελίαν καὶ Σαρ- 17 δῲ προκατειλημένας πολέμῳ δουλικῷ ἀνέλαβον. c. 28. 18 Ἀποικίας ἐν Λιβύῃ Σικελίᾳ Μακεδονίᾳ ἐν ἑκατέ- 19 ρα τε Ἱσπανίᾳ Ἀχαίᾳ Ἀσίᾳ Συρίᾳ Γαλατίᾳ τῇ πε- 20 ρὶ Νάρβωνα Πισιδίᾳ στρατιωτῶν κατήγαγον. § Ἰτα- 21 λία δὲ εἴκοσι ὀκτὼ ἀποικίας ἔχει ὑπ’ ἐμοῦ καταχθεί- 22 σας, αἳ ἐμοῦ περιόντος πληθύουσαι ἐτύνχανον. c. 29. 23 Σημέας στρατιωτικὰς [πλείους ὑ]πὸ ἄλλων ἡγεμό- 24 νων ἀποβεβλημένας [νικῶν τοὺ]ς πολεμίους XVI. 1 ἀπέλαβον § ἐξ Ἱσπανίας καὶ Γαλατίας καὶ παρὰ 2 Δαλματῶν· Πάρθους τριῶν στρατευμάτων Ῥωμαί- 3 ων σκῦλα καὶ σημέας ἀποδοῦναι ἐμοὶ ἱκέτας τε φι- 4 λίαν δήμου Ῥωμαίων ἀξιῶσαι ἠνάγκασα. [§] ταύτας 5 δὲ τὰς σημέας ἐν τῷ Ἄρεως τοῦ Ἀμύντορος ναοῦ ἀ- 6 δύτῳ ἀπεθέμην. c. 30. 7 Παννονίων ἔθνη, οἷς πρὸ ἐμοῦ ἡγεμόνος στράτευ- 8 μα Ῥωμαίων οὐκ ἤνγισεν, ἡσσηθέντα ὑπὸ Τιβερίου 9 Νέρωνος, ὃς τότ’ ἐμοῦ ἦν πρόγονος καὶ πρεσβευτής, 10 ἡγεμονίᾳ δῆμου Ῥωμαίων ὑπέταξα [§] τά τε Ἰλλυρι- 11 κοῦ ὅρια μέχρι Ἴστρου ποταμοῦ προήγαγον· οὗ ἐπει- 12 ταδε Δάκων διαβᾶσα πολλὴ δύναμις ἐμοῖς αἰσίοις οἰω- 13 νοῖς κατεκόπη. Καὶ ὕστερον μεταχθὲν τὸ ἐμὸν στρά- 14 τευμα πέραν Ἴστρου τὰ Δάκων ἔθνη προστάλματα 15 δήμου Ῥωμαίων ὑπομένειν ἠνάγκασεν. c. 31. 16 Πρὸς ἐμὲ ἐξ Ἰνδίας βασιλέων πρεσβεῖαι πολλάκις ἀπε- 17 στάλησαν, οὐδέποτε πρὸ τούτου χρόνου ὀφθεῖσαι παρὰ 18 Ῥωμαίων ἡγεμόνι. § Τὴν ἡμετέραν φιλίαν ἠξίωσαν 19 διὰ πρέσβεων § Βαστάρναι καὶ Σκύθαι καὶ Σαρμα- 20 τῶν οἱ ἐπιτάδε ὄντες τοῦ Τανάιδος ποταμοῦ καὶ 21 οἱ πέραν δὲ βασιλεῖς, καὶ Ἀλβανῶν δὲ καὶ Ἰβήρων 22 καὶ Μήδων βασιλεες. c. 32. 23 Πρὸς ἐμὲ ἱκέται κατέφυγον βασιλεῖς Πάρθων μὲν 24 Τειριδάτης καὶ μετέπειτα Φραάτης βασιλέως § XVII. 1 Φράτου [υἱός, Μ]ήδ[ων] δὲ Ἀρταο[υάσδ]ης, Ἀδιαβ[η]- 2 νῶν [Ἀ]ρτα[ξάρης, Βριτα]ννῶν Δομνοελλαῦνος 3 καὶ Τ[ιμ........, Σο]υ[γ]άμβρων [Μ]αίλων, Μαρκο- 4 μάνων [Σουήβων] ........ρος. § [Πρὸ]ς ἐμὲ βασιλεις 5 Πάρθων Φρα[άτης Ὠρώδο]υ υἱὸ[ς ὑ]ιοὺς [αὐτοῦ] υἱω- 6 νούς τε πάντας ἔπεμψεν εἰς Ἰταλίαν, οὐ πολέμῳ 7 λειφθείς, ἀλλὰ τὴν ἡμ[ε]τέραν φιλίαν ἀξιῶν ἐπὶ τέ-
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account