After some impassioned verses that I have believed necessary for you to hear, I shall now pass on to verses, philosophical and devoid of passion, which form the subject of this writing and to which I desire above all to call your attention. THE GOLDEN VERSES OF PYTHAGORAS ΤᾺ Τ῀Ω͂Ν ΠΥΘΑΓΟΤΡΕΊΩΝ ἜΠΗ ΤᾺ ΧΡΥΣΆ ΠΑΡΑΣΚΕΥΗ.[229] ΑΘΑΝΑΤΟΥΣ μὲν πρῶτα Δεοὺς, νόμῳ ὡς διάκεινται, Τίμα· καὶ σέβου ὅρκον. ἔπειθ’ Ἥρωας ἀγαυούς. Τοὺς τε καταχθονίους σέβε Δαίμονας, ἔννομα ῥέζων. ΚΆΘΑΡΣΙΣ.[230] Τούς τε γονεῖς τίμα, τούς τ’ ἄγχιστ’ ἐκγεγαῶτας. Τῶν δ’ ἄλλων ἀρετῃ ποιεῦ φίλον ὅστις ἄριστος. Πρᾳέσι δ’ εἶκε λόγοις, ἔργοισί τ’ ἐπωφελίμοισι. Μὴδ’ ἔχθαιρε φίλον σὸν ἁμαρτάδος εἵνεκα μικρῆς, Ὄφρα δύνῃ δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει. Ταῦτα μὲν οὕτως ἴσθι. κρατεῖν δ’ εἰθίζεο τῶνδε· Γαστρὸς μὲν πρώπιστα, καὶ ὕπνου, λαγνείης τε, Καὶ θυμοῦ. Πρήξεις δ’ αἰσχρόν ποτε μήτε μετ’ ἄλλου, Μὴτ’ ἰδίῃ. Πάντων δὲ μάλιστα αἰσχύνεο σαυτόν. Εἶτα δικαιοσύνην ἀσκεῖν ἔργῳ τε, λόγῳ τε. Μὴδ’ ἀλογίστως σαυτὸν ἔχειν περὶ μηδὲν ἔθιζε· Ἀλλὰ γνῶθι μὲν ὡς θανέειν πέπρωται ἅπασι. Χρήματα δ’ ἄλλοτε μὲν κτᾶσθαι φιλεῖ, ἄλλοτ’ ὀλέσθαι. Ὅσσα τε δαιμονίῃσι τύχαις βροτοὶ ἄλγε ἔχουσιν, Ὧν ἄν μοῖραν ἔχῃς πρᾴως φέρε, μήδ’ ἀγανάκτει. Ἰᾶσθαι δὲ πρέπει καθόσον δυνῄ· Ὥδε δὲ φράζευ. Οὐ πάνυ τοῖς ἀγαθοῖς τουτῶν πολὺ μοῖρα δίδωσι. Πολλοὶ δ’ ἀνθρώποισι λόγοι δειλοί τε, καὶ ἐσθλοὶ Προσπίπτουσ’, ὧν μήτ’ ἐκπλήσσεο, μήτ’ ἄρ’ ἐάσῃς Εἴργεσθαι σαυτόν. Ψεῦδος δ’ ἤν πέρ τι λέγηται, Πρᾴως εἶχ’· Ὃ δέ τοι ἐρέω, ἐπὶ παντὶ τελείσθω. Μηδεὶς μήτε λόγῳ σε παρείπῃ, μήτε τι ἔργῳ Πρῆξαι, μὴδ’ εἰπεῖν, ὅ, τι τοὶ μὴ βέλτερόν ἐστι. Βουλεύου δὲ πρὸ ἔργου, ὅπως μὴ μωρὰ πέληται. Δειλοῦ τοι πρήσσειν τε λέγειν τ’ ἀνόητα πρὸς ἀνδρὸς. Ἀλλὰ τάδ’ ἐκτελέειν, ἅ σε μὴ μετέπειτ’ ἀνιήσῃ. Πρῆσσε δὲ μηδὲν τῶν μὴ πίστασαι· ἀλλὰ διδάσκευ Ὅσσα χρεὼν, καὶ τερπνότατον βίον ὧδε διάξεις. Ὀυδ’ ὑγιείης τῆς περὶ σῶμ’ ἀμέλειαν ἔχειν χρή. Ἀλλὰ ποτοῦ τε μέτρον, καὶ σίτου, γυμνασίων τε Ποιεῖσθαι. μέτρον δὲ λέγω τό δ’, ὃ μή σ’ ἀνιήσει. Εἰθίζου δὲ δίαιταν ἔχειν καθάρειον, ἄθρυπτον. Καὶ πεφύλαξό γε ταῦτα ποιεῖν, ὁπόσα φθόνον ἴσχει Μὴ δαπανᾷν παρὰ καιρὸν, ὁποῖα καλῶν ἀδαήμων. Μὴ δ’ ἀνελεύθερος ἴσθι· μέτρον δ’ ἐπὶ πᾶσιν ἄριστον. Πρῆσσε δὲ ταῦθ’, ἅ σε μὴ βλάψῃ· λόγισαι δὲ πρὸ ἔργου. ΤΕΛΕΑΌΤΗΣ.[231] Μὴδ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι, Πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν· Πῇ παρέβην; τὶ δ’ ἔρεξα; τὶ μοι δέον οὐκ ἐτελέσθη; Ἀρξάμενος δ’ ἀπὸ πρώτου ἐπέξιθι· καὶ μετέπειτα Δεινὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο· χρηστὰ δὲ, τέρπου. Ταῦτα πόνει· ταῦτ’ ἐκμελέτα· τούτων χρὴ ἐρᾷν σε. Ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account