[371] De Specialibus Legibus, pp. 305 sqq., Ἐπεισκεκώμακε δὲ ταῖς πόλεσιν ἕτερον πολὺ τοῦ λεχθέντος μεῖζον κακὸν _τὸ παιδεραστεῖν_, ὃ πρότερον μὲν καὶ λεχθῆναι μέγα ὄνειδος ἦν, νυνὶ δ’ ἐστὶν αὔχημα _οὐ τοῖς δρῶσι μόνον, ἀλλὰ καὶ τοῖς πάσχουσιν, οἱ νόσον θήλειαν νοσεῖν ἐθιζόμενοι_. τάς τε ψυχὰς καὶ τὰ σώματα διαῤῥέουσι, μηδὲν ἐμπύρευμα τῆς ἄῤῥενος γενεᾶς ἐῶντες ὑποτύφεσθαι, περιφανῶς οὕτως τὰς τῆς κεφαλῆς τρίχας ἀναπλεκόμενοι καὶ διακοσμούμενοι, καὶ ψιμμυθίῳ καὶ ψύκεσι καὶ τοῖς ὁμοιοτρόποις τὰς ὄψεις τριβόμενοι, καὶ ὑπογραφόμενοι, καὶ εὐώδεσι μύροις λίπα χριόμενοι (προσαγωγὸν γὰρ μάλιστα ἐν τοῖς τοιούτοις τὸ εὐῶδες) ἐν πᾶσι τοῖς εἰς εὐκοσμίαν ἠσκημένοις καὶ τὴν ἄῤῥενα φύσιν ἐπιτηδεύσει· τεχνάζοντας _εἰς θήλειαν_ μεταβάλλειν, οὐκ ἐρυθριῶσι. Καθ’ ὧν φονᾷν ἄξιον νόμῳ πειθαρχοῦντας, ὃς κελεύει _τὸν ἀνδρόγυνον_ τὰ φύσεως νόμιμα παρακόπτοντα, νηποινεὶ τεθνάναι, μηδεμίαν ἡμέραν ἀλλὰ μηδ’ ὥραν ἐώμενοι ζῇν, ὄνειδος αὑτοῦ καὶ οἰκίας καὶ πατρίδος ὄντα καὶ τοῦ σύμπαντος ἀνθρώπων γένους. Ὁ δὲ παιδεραστὴς ἔστω τὴν αὐτὴν δίκην ὑπομένων, ἐπειδὴ τὴν παρὰ φύσιν ἡδονὴν διώκει, καὶ τὰς πόλεις, τό γ’ ἐπ’ αὐτὸν ἧκον μέρος, ἐρήμους καὶ κενὰς ἀποδείκνυσιν οἰκητόρων, διαφθείρων τὰς γονὰς, καὶ προσέτι, τῶν μεγίστων κακῶν, _ἀνανδρίας_ καὶ _μαλακίας_ ὑφηγητὴς καὶ διδάσκαλος ἀξιοῖ γίνεσθαι· τοὺς νέους ὡραΐζων καὶ τὸ τῆς ἀκμῆς ἄνθος ἐκθηλεύων. ὃ πρὸς ἀλκὴν καὶ ῥώμην ἀλείφειν ἁρμόττον ἦν. Καὶ τελευταῖον, ὅτι κακοῦ τρόπον γεωργοῦ, τὰς μὲν βαθυγείους καὶὧνὡν δ’ οὐδὲν βλάστημα προσδοκᾶται τὸ παράπαν, εἰς ταῦτα πονεῖται καθ’ ἡμέραν καὶ νύκτωρ. Αἴτιον δ’ οἶμαι, τὸ παρὰ πολλοῖς τῶν δήμων, _ἀκρασίας_ καὶ _μαλακίας_ ἆθλα κεῖσθαι. Τοὺς γοῦν _ἀνδρογύνους_ ἰδεῖν ἐστὶ διὰ πληθούσης ἀγορᾶς ἀεὶ σοβοῦντας, κἂν ταῖς ἑορταῖς προπομπεύοντας καὶ τὰ ἱερὰ τοὺς ἀνιέρους διειληχότας, καὶ μυστηρίων καὶ τελετῶν κατάρχοντας, καὶ τὰ Δήμητρος ὀργιάζοντας. Ὅσοι δ’ αὐτῶν τὴν καλὴν νεανιείαν προσεπιτείνοντες, εἰς ἅπαν ὠρέχθησαν μεταβολῆς τᾶς εἰς γυναῖκας, τὰ γεννητικὰ προσαπέκοψαν, ἁλουργίδας ἀμπεχόμενοι, καθάπερ οἱ μεγάλων ἀγαθῶν αἴτιοι ταῖς πατρίσι, προέρχοντο δορυφορούμενοι, τοὺς ὑπαντῶντας ἐπιστρέφοντες. Εἰ δ’ ἦν ἀγανάκτησις οἵα παρὰ τῷ ἡμετέρῳ νομοθέτῃ, κατὰ τῶν τὰ τοιαῦτα τολμώντων· καὶ ὡς κοινὰ τῶν πατρίδων ἄγη καὶ μιάσματα δίχα συγγνώμης ἀνῃροῦντο, πολλοὺς ἂν ἑτέρους νουθετεῖσθαι συνέβαινεν. Αἱ γὰρ τῶν προκαταγνωσθέντων τιμωρίαι ἀπαραίτητοι, ἀνακοπην οὐ βραχεῖαν ἐργάζοντο τοῖς ζηλωταῖς τῶν ὁμοίων ἐπιτηδευμάτων. (for translation see text above)
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account