[372] De vita contemplativa, p. 480., Τὸ δὲ Πλατωνικὸν ὅλον σχεδόν ἐστι περὶ ἔρωτος, οὐκ ἀνδρῶν ἐπὶ γυναιξὶν ἐπιμανέντων, ἢ γυναικῶν ἀνδράσιν αὐτὸ μόνον (ἐπιτελοῦντο γὰρ αἱ ἐπιθυμίαι αὗται νόμῳ φύσεως)· ἀλλὰ ἀνδρῶν ἄρσεσιν ἡλικίᾳ μόνον διαφέρουσι. Καὶ γὰρ εἴτι περὶ ἔρωτος καὶ οὐρανίου Ἀφροδίτης κεκομψεῦσθαι δοκεῖ, χάριν ἀστεϊσμοῦ παρείληπται· τὸ γὰρ πλεῖστον αὐτοῦ μέρος ὁ κοινὸς καὶ πάνδημος Ἔρως διείληφεν· ἀνδρείαν μὲν τὴν βιωφελεστάτην ἀρετὴν κατὰ πόλεμον καὶ κατ’ εἰρήνην ἀφαιρούμενος, _θήλειαν δὲ νόσον ταῖς ψυχαῖς ἀπεργαζόμενος, καὶ ἀνδρογύνους κατασκευάζων_, οὓς ἐχρῆν πᾶσι τοῖς πρὸς ἀλκὴν ἐπιτηδεύμασι συγκροτεῖσθαι. Λυμῃνάμενος δὲ τὴν παιδικὴν ἡλικίαν καὶ εἰς ἐρωμένης τάξιν καὶ διάθεσιν ἀγαγὼν, ἐζημίωσε καὶ τοὺς ἐραστὰς περὶ τὰ ἀναγκαιότατα, σῶμά τε καὶ ψυχὴν καὶ οὐσίαν. Ἀνάγκη γὰρ τοῦ παιδεραστοῦ τὸν μὲν νοῦν τετάσθαι πρὸς τὰ παιδικὰ, καὶ πρὸς ταῦτα μόνον ὀξυδερκοῦντα, πρὸς δὲ τὰ ἄλλα πάντα ἴδιά τε καὶ κοινὰ τυφλούμενον ἀπὸ τῆς ἐπιθυμίας καὶ μάλιστα εἰ ἀποτυγχάνοιτο, συντήκεσθαι· τὴν δὲ οὐσίαν ἐλαττοῦσθαι διχόθεν, ἔκ τε ἀμελείας, καὶ τῶν εἰς τὸν ἐρώμενον ἀναλωμάτων. Παραφύετο δὲ καὶ μεῖζον ἄλλο πάνδημον κακόν· ἐρημίαν γὰρ πόλεων, καὶ σπάνιν τοῦ ἀρίστου γένους ἀνθρώπων, καὶ στείρωσιν καὶ ἀγονίαν τεχνάζονται, οἳ μιμοῦνται τοὺς ἀνεπιστήμονας τήν γεωργίας, κ. τ. λ. (for translation see text above). This passage at any rate shows beyond a doubt that _Philo_ quite failed to understand _Plato_, who not only clearly and distinctly distinguishes paedophilia from paederastia, but also analyzes at length the injuries to body and soul the latter involves on the pathic,—particularly in the _Phaedrus_, pp. 239-241, which we beg the reader to consult. To quote textually would occupy too much space. [373] De Abrahamo, pp. 20. sqq., Οὐ γὰρ μόνον θηλυμανοῦντες ἀλλοτρίους γάμους διέφθειρον, ἀλλὰ καὶ ἄνδρες ὄντες ἄῤῥεσιν ἐπιβαίνοντες, τὴν κοινὴν πρὸς τοὺς πάσχοντας οἱ δρῶντες φύσιν οὐκ αἰδούμενοι, παιδοσποροῦντες ἠλέγχοντο μὲν ἀτελῆ γονὴν σπείροντες. Ὁ δ’ ἔλεγχος πρὸς οὐδὲν ἦν ὄφελος, ὑπὸ βιαιοτέρας νικωμένων ἐπιθυμίας· εἶτ’ ἐκ τοῦ κατ’ ὀλίγον ἐθίζοντες τὰ γυναικῶν ὑπομένειν τοὺς ἄνδρας γεννηθέντας, _θήλειαν κατεσκεύαζον αὑτοῖς νόσον, κακὸν δύσμαχον. Οὐ μόνον γὰρ τὰ σώματα μαλακότητι καὶ θρύψει γυναικοῦντες, ἀλλὰ καὶ τὰς ψυχὰς ἀγεννεστάτας ἀπεργαζόμενοι_, τό γ’ ἐπ’ αὐτοῖς ἧκον μέρος, τὸ σύμπαν ἀνθρώπων γένος διέφθειρον. Εἰ γοῦν Ἕλληνες ὁμοῦ καὶ βάρβαροι συμφωνήσαντες ἐζήλωσαν τὰς τοιαύτας ὁμιλίας, ἠρήμωντο ἂν ἑξῆς αἱ πόλεις, ὥσπερ λοιμώδει νόσῳ κενωθεῖσαι. (for translation see text above).
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account