The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
(For this reason, then, while I applaud Hector for refusing to make a
libation because of the blood‐stains on his hands, he had, as I said, no
right to go back to the city or forsake the battle, seeing that the task
he was about to perform was not that of a general or of a king, but of a
messenger and underling, and that he was ready to take on himself the
office of an Idaeus or Talthybius. However, as I said at first, this seems
to have been simply a specious excuse for flight. And indeed when he
obeyed the bidding of the seer and fought a duel with the son of
Telamon,(328) he was very ready to make terms and to give presents, and
rejoiced to have escaped death. In short, as a rule, he is brave when in
pursuit of the retreating foe, but in no case has he the credit of a
victory or of turning the tide of battle, except when)
πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν
(“He was the first to leap within the wall of the Achaeans”(329))
ξὺν τῷ Σαρπηδόνι. πότερον οὖν ὡς οὐκ ἔχοντες τηλικοῦτον ἔργον βασιλέως
εὐλαβησόμεθα τὸν ἀγῶνα, μή ποτε ἄρα μικρὰ μεγάλοις καὶ φαῦλα σπουδῆς
ἀξίοις μείζονος παρατιθέναι δόζωμεν, [C] ἢ τολμήσομεν καὶ πρὸς τηλικοῦτον
ἔργον ἁμιλλᾶσθαι; οὐκοῦν ἐκεῖνο μὲν ἦν τὸ τεῖχος ὑπὲρ τῆς ᾐόνος, ἐν οὐδὲ
ὅλῳ τῷ πρὸ μεσημβρίας χρόνῳ συντελεσθέν, ὁποίους ἡμῖν τοὺς χάρακας ἔννομον
κατασκευάζεσθαι· τὸ δὲ ὑπὲρ τῶν Ἄλπεων τεῖχος παλαιόν τε ἦν φρούριον, καὶ
αὐτῷ χρῆται μετὰ τὴν φυγὴν ὁ τύραννος, ὥσπερ ἔρυμά τι νεουργὲς ἀποφήνας
καὶ ἀξιόλογον φρουρὰν ἀπολιπὼν ἐρρωμένων ἀνδρῶν. [D] οὐδὲ αὐτὸς ὡς
πορρωτάτω πορεύεται, ἔμενε δὲ ἐν τῇ πλησίον πόλει. ἔστι δὲ Ἰταλῶν ἐμπόριον
πρὸς θαλάττῃ μάλα εὔδαιμον καὶ πλούτῳ βρύον, φέρουσι γὰρ ἐντεῦθεν φορτία
Μυσοὶ καὶ Παίονες καὶ τῶν Ἰταλῶν ὁπόσοι τὴν μεσόγαιαν κατοικοῦσιν, Ἑνετοὶ
δὲ οἶμαι τὸ πρόσθεν ὠνομάζοντο. νῦν δὲ ἤδη Ῥωμαίων τὰς πόλεις ἐχόντων τὸ
μὲν ἐξ ἀρχῆς ὄνομα σώζουσι βραχείᾳ προσθήκῃ γράμματος ἐν ἀρχῇ τῆς
ἐπωνυμίας· ἔστι δὲ αὐτοῦ σύμβολον χαρακτὴρ εἷς, [72] ὀνομάζουσι δὲ αὐτὸν
οὔ, καὶ χρῶνται ἀντὶ τοῦ βῆτα πολλάκις προσπνεύσεως οἶμαι τινὸς ἕνεκα καὶ
ἰδιότητος τῆς γλώττης. τὸ μὲν δὴ ξύμπαν ἔθνος ὦδε ἐπονομάζεται· τῇ πόλει
δὲ ἀετός, ὥς φασιν, οἰκιζομένῃ δεξιὸς ἐκ Διὸς ἱπτάμενος τὴν αὑτοῦ φήμην
χαρίζεται. οἰκεῖται δὲ ὑπὸ τοῖς ποσὶ τῶν Ἄλπεων· ὄρη δέ ἐστι ταῦτα
παμμεγέθη(330) καὶ ἀπορρῶγες ἐν αὐτοῖς πέτραι, μόλις ἁμάξῃ μιᾷ καὶ ὀρικῷ
ζεύγει τὴν ὑπέρβασιν βιαζομένοις ξυγχωροῦντα, [B] ἀρχόμενα μὲν ἀπὸ
θαλάττης, ἣν δὴ τὸν Ἰόνιον εἶναί φαμεν, ἀποτειχίζοντα δὲ τὴν νῦν Ἰταλίαν
ἀπό τε Ἰλλυριῶν καὶ Γαλατῶν καὶ ἐς τὸ Τυρρηνὸν πέλαγος ἀναπαυόμενα.
Ῥωμαῖοι γὰρ ἐπειδὴ τῆς χώρας ἁπάσης ἐκράτουν· ἔστι δὲ ἐν αὐτῇ τό τε τῶν
Ἑνετῶν ἔθνος καὶ Λίγυές τινες καὶ τῶν ἄλλων Γαλατῶν οὐ φαύλη μοῖρα· τὰ μὲν
ἀρχαῖα σφῶν ὀνόματα σώζειν οὐ διεκώλυσαν, τῷ κοινῷ δὲ τῶν Ἰταλῶν ξυγχωρεῖν
κατηνάγκασαν. καὶ νῦν ὁπόσα μέν εἴσω τῶν Ἄλπεων κατοικεῖται, [C] ἔστε ἐπὶ
τὸν Ἰόνιον καὶ τὸν Τυρρηνὸν καθήκοντα, ταύτῃ κοσμεῖται τῇ προσωνυμίᾳ· τὰ
δὲ ὑπὲρ τῶν Ἄλπεων τῶν πρὸς ἑσπέραν Γαλάται νέμονται, καὶ Ῥαιτοὶ δὲ τὰ ὑπὸ
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account