And he must plan as well, no less than for what I have mentioned, that they may have abundant provisions and run short of none of the necessaries of life. For often the most loyal guardians and protectors of the flock are driven by want to become fierce towards the shepherds, and when they see them from afar they bark at them and do not even spare the sheep.(424)) Τοιοῦτος μὲν ἐπὶ στρατοπέδων ὁ γενναῖος, πόλει δὲ σωτὴρ καὶ κηδεμών, οὔτι τοὺς ἔξωθεν μόνον ἀπείργων κινδύνους οὐδὲ ἀντιταττόμενος ἢ καὶ ἐπιστρατεύων βαρβάροις γείτοσι· στάσιν δὲ ἐξαιρῶν καὶ ἔθη [C] μοχθηρὰ καὶ τρυφὴν καὶ ἀκολασίαν τῶν μεγίστων κακῶν παρέξει ῥᾳστώνην. ὕβριν δὲ ἐξείργων καὶ παρανομίαν καὶ ἀδικίαν καὶ ἐπιθυμίαν ἀμέτρου κτήσεως τὰς(425) ἐκ τούτων ἀναφυομένας στάσεις καὶ ἔριδας εἰς οὐδὲν χρηστὸν τελευτώσας οὐδὲ τὴν ἀρχὴν ἀνέξεται φῶναι, γενομένας δὲ ὡς ἔνι τάχιστα ἀφανιεῖ(426) καὶ ἐξελάσει τῆς αὑτοῦ πόλεως. λήσεται δὲ αὐτὸν οὐδεὶς ὑπερβὰς τὸν νόμον καὶ βιασάμενος, οὐ(427) μᾶλλον ἢ τῶν πολεμίων τις τὸν χάρακα. [D] φύλαξ δὲ ὢν ἀγαθὸς τῶν νόμων, ἀμείνων ἔσται δημιουργός, εἴ ποτε καιρὸς καὶ τύχη καλοίη· καὶ οὐδεμία μηχανὴ πείθει τὸν τοιοῦτον ψευδῆ καὶ κίβδηλον καὶ νόθον τοῖς κειμένοις ἐπεισάγειν νόμον, οὐ μᾶλλον ἢ τοῖς αὑτοῦ παισὶ δούλειον καὶ ἀγεννὲς ἐπεισαγαγεῖν(428) σπέρμα. δίκης δὲ αὐτῷ μέλει καὶ θέμιδος, καὶ οὔτε γονεῖς οὔτε ξυγγενεῖς καὶ φίλοι πείθουσι καταχαρίσασθαί [89] σφιν καὶ προδοῦναι τὸ ἔνδικον. ὑπολαμβάνει γὰρ ἁπάντων εἶναι τὴν πατρίδα κοινὴν ἑστίαν καὶ μητέρα, πρεσβυτέραν μὲν καὶ σεμνοτέραν τῶν(429) πατέρων, φιλτέραν δὲ ἀδελφῶν καὶ ξένων καὶ φίλων· ἧς ἀποσυλῆσαι τὸν νόμον καὶ βιάσασθαι μεῖζον ἀσέβημα κρίνει τῆς περὶ τὰ χρήματα τῶν θεῶν παρανομίας. ἔστι γὰρ ὁ νόμος ἔκγονος(430) τῆς δίκης, ἱερὸν ἀνάθημα καὶ θεῖον ἀληθῶς τοῦ μεγίστου θεοῦ, ὃν οὐδαμῶς ὅ γε ἔμφρων ἀνὴρ περὶ σμικροῦ ποιήσεται οὐδὲ ἀτιμάσει· [B] ἀλλὰ ἐν δίκῃ πάντα δρῶν τοὺς μὲν ἀγαθοὺς τιμήσει προθύμως, τοὺς μοχθηροὺς δὲ ἐς δύναμιν ἰᾶσθαι καθάπερ ἰατρὸς ἀγαθὸς προθυμήσεται.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account