The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
(“The queen thou shalt find first in the halls. Arete is the name
she is called by, and of the same parents is she as those who
begat king Alcinous.”(501))
ἀναλαβὼν δὲ ἄνωθεν ἀπὸ τοῦ Ποσειδῶνος οἶμαι τὴν ἀρχὴν τοῦ γένους καὶ ὅσα
ἔδρασάν τε καὶ ἔπαθον εἰπών, καὶ ὅπως αὐτὴν ὁ θεῖος, τοῦ πατρὸς ἀπολομένου
νέου καὶ νυμφίου, ἔγημέ τε καὶ ἐτίμησεν,
(Then he goes back and begins with Poseidon and tells of the origin of
that family and all that they did and suffered, and how when her father
perished, still young and newly‐wed, her uncle married her, and honoured
her)
ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη,
(“As no other woman in the world is honoured,”)
καὶ ὅσων τυγχάνει C
(and he tells of all the honour she receives)
Ἔκ τε φίλων παίδων ἔκ τ᾽ αὐτοῦ Ἀλκινόοιο,
(“From her dear children and from Alcinous himself,”)
ἔπι δὲ οἷμαι τῆς γερουσίας καὶ τοῦ δήμου, οἱ καθάπερ θεὸν ὁρῶσι
πορευομένην διὰ τοῦ ἄστεος, τέλος ἐπέθηκε ταῖς εὐφημίαις ζηλωτὸν ἀνδρὶ καὶ
γυναικί,
(and from the council of elders also, I think, and from the people who
look upon her as a goddess as she goes through the city; and on all his
praises he sets this crown, one that man and woman alike may well envy,
when he says)
Οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ
(“For indeed she too has no lack of excellent understanding,”)
λέγων, καὶ ὡς κρίνειν εὖ ἠπίστατο, οἷσίν τ᾽ εὗ φρονέῃσι, [D] καὶ διαλύειν
τὰ πρὸς ἀλλήλους ἐγκλήματα τοῖς πολίταις ἀναφυόμενα ξὺν δίκῃ. ταύτην δὴ
οὖν ἱκετεύσας εἰ τύχοις εὔνου, πρὸς αὐτὸν ἔφη,
(and that she knows well how to judge between men, and, for those citizens
to whom she is kindly disposed, how to reconcile with justice the
grievances that arise among them. Now if, when you entreat her, the
goddess says to him, you find her well disposed,)
Ἐλπωρή τοι ἔπειτα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
Οἶκον ἐς ὑψόροφον·
(“Then is there hope that you will see your friends and come to
your high‐roofed house.”)
ὁ δ᾽ ἐπείσθη τῇ ξυμβουλῇ. ἆρ᾽ οὖν ἔτι δεησόμεθα μειζόνων εἰκόνων καὶ
ἀποδείξεων ἐναργεστέρων, ὥστε ἀποφυγεῖν τὴν ἐκ τοῦ κολακεύειν δοκεῖν
ὑποψίαν; [106] οὐχὶ δὲ ἤδη μιμούμενοι τὸν σοφὸν ἐκεῖνον καὶ θεῖον ποιητὴν
ἐπαινέσομεν Εὐσεβίαν τὴν ἀρίστην, ἐπιθυμοῦντες μὲν ἔπαινον αὐτῆς ἄξιον
διεξελθεῖν, ἀγαπῶντες δέ, εἰ καὶ μετρίως τυγχάνοιμεν οὕτω καλῶν καὶ πολλῶν
ἐπιτηδευμάτων; καὶ τῶν(502) ἀγαθῶν τῶν ὑπαρχόντων ἐκείνῃ, σωφροσύνης καὶ
δικαιοσύνης ἢ πρᾳότητος καὶ ἐπιεικείας ἢ τῆς περὶ τὸν ἄνδρα φιλίας ἢ τῆς
περὶ τὰ χρήματα μεγαλοψυχίας [B] ἢ τῆς περὶ τοὺς οἰκείους καὶ ξυγγενεῖς
τιμῆς. προσήκει δὲ οἶμαι καθάπερ ἴχνεσιν ἑπόμενον τοῖς ἤδη ῥηθεῖσιν οὕτω
ποιεῖσθαι τὴν ξὺν εὐφημίᾳ τάξιν, ἀποδιδόντα τὴν αὐτὴν ἐκείνῃ, πατρίδος τε,
ὡς εἰκός, καὶ πατέρων μνημονεύοντα, καὶ ὅπως ἐγήματο καὶ ᾧτινι, καὶ τἆλλα
πάντα τὸν αὐτὸν ἐκείνοις τρόπον.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account