The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
(And he was persuaded by her counsel. Shall I then need yet greater
instances and clearer proofs, so that I may escape the suspicion of
seeming to flatter? Shall I not forthwith imitate that wise and inspired
poet and go on to praise the noble Eusebia, eager as I am to compose an
encomium worthy of her, though I shall be thankful if, even in a moderate
degree, I succeed in describing accomplishments so many and so admirable?
And I shall be thankful if I succeed in describing also those noble
qualities of hers, her temperance, justice, mildness and goodness, or her
affection for her husband, or her generosity about money, or the honour
that she pays to her own people and her kinsfolk. It is proper for me, I
think, to follow in the track as it were of what I have already said, and,
as I pursue my panegyric, so arrange it as to give the same order as
Athene, making mention, as is natural, of her native land, her ancestors,
how she married and whom, and all the rest in the same fashion as Homer.)
Περὶ μὲν οὖν τῆς πατρίδος πολλὰ σεμνὰ λέγειν ἔχων, τὰ μὲν διὰ παλαιότητα
παρήσειν μοι δοκῶ· φαίνεται γὰρ εἶναι τῶν μύθων οὐ πόρρω· [C] ὁποῖον δή τι
καὶ τὸ περὶ τῶν Μουσῶν λεγόμενον, ὡς εἶεν δήπουθεν ἐκ τῆς Πιερίας, οὐχὶ δὲ
ἐξ Ἑλικῶνος εἰς τὸν Ὄλυμπον ἀφίκοιντο παρὰ τὸν πατέρα κληθεῖσαι. τοῦτο μὲν
δὴ καὶ εἰ δή τι τοιοῦτον ἕτερον, μύθῳ μᾶλλον ἢ λόγῳ προσῆκον, ἀπολειπτέον·
ὀλίγα δὲ εἰπεῖν τῶν οὐ πᾶσι γνωρίμων τυχὸν οὐκ ἄτοπον οὐδὲ ἀπὸ τοῦ
παρόντος λόγου. Μακεδόνων γὰρ οἰκίσαι φασὶ τὴν χώραν τοὺς Ἡρακλέους
ἐγγόνους, Τημένου παῖδας, [D] οἵ τὴν Ἀργείαν λῆξιν νεμόμενοι καὶ
στασιάζοντες τέλος ἐποιήσαντο τὴν ἀποικίαν τῆς πρὸς ἀλλήλους ἔριδος καὶ
φιλοτιμίας· εἶτα ἑλόντες τὴν Μακεδονίαν καὶ γένος ὄλβιον ἀπολιπόντες(503)
βασιλεῖς ἐκ βασιλέων διετέλουν καθάπερ κλῆρον τὴν τιμὴν διαδεχόμενοι.
πάντας μὲν οὖν αὐτοὺς ἐπαινεῖν οὔτε ἀληθὲς οὔτε οἶμαι ῥάδιον. πολλῶν δὲ
ἀγαθῶν ἀνδρῶν γενομένων καὶ καταλιπόντων Ἑλληνικοῦ τρόπου μνημεῖα πάγκαλα,
Φίλιππος καὶ ὁ τούτου παῖς ἀρετῇ διηνεγκάτην πάντων, [107] ὅσοι πάλαι
Μακεδονίας καὶ Θρᾴκης ἦρξαν, οἶμαι δὲ ἔγωγε καὶ ὅσοι Λυδῶν ἢ Μήδων καὶ
Περσῶν καὶ Ἀσσυρίων, πλὴν μόνου τοῦ Καμβύσου παιδός, ὃς ἐκ τῶν Μήδων ἐς
Πέρσας τὴν βασιλείαν μετέστησεν. ὁ μὲν γὰρ πρῶτος ἐπειράθη τὴν Μακεδόνων
αὐξῆσαι δύναμιν, καὶ τῆς Εὐρώπες τὰ πλεῖστα καταστρεψάμενος ὅρον ἐποιήσατο
πρὸς ἕω μὲν καὶ πρὸς μεσημβρίαν τὴν θάλατταν, ἀπ᾽ ἄρκτων δὲ οἶμαι [B] τὸν
Ἴστρον καὶ πρὸς ἑσπέραν τὸ Ὠρικὸν ἔθνος. ὁ τούτου δὲ αὖ παῖς ὑπὸ τῷ
Σταγειρίτηι σοφῷ τρεφόμενος τοσοῦτον μεγαλοψυχίᾳ τῶν ἄλλων ἁπάντων
διήνεγκε καὶ προσέτι τὸν αὑτοῦ πατέρα τῇ στρατηγίᾳ καὶ τῇ θαρραλεότητι καὶ
ταῖς ἄλλαις ἀρεταῖς ὑπερβαλλόμενος, ὥστ᾽(504) οὐκ ἄξιον αὑτῷ ζῆν
ὑπερλάμβανεν, εἰ μὴ ξυμπάντων μὲν ἀνθρώπων, πάντων δὲ ἐθνῶν κρατήσειεν.
οὐκοῦν [C] τὴν μὲν Ἀσίαν ἐπῆλθε σύμπασαν καταστρεφόμενος, καὶ ἀνίσχοντα
πρῶτος ἀνθρώπων τὸν ἥλιον προσεκύνει, ὡρμημένον δὲ αὐτὸν ἐπὶ τὴν Εὐρώπην,
ὅπως τὰ λειπόμενα περιβαλόμενος γῆς τε ἁπάσης καὶ θαλάττης κύριος γένοιτο,
τὸ χρεὼν ἐν Βαβυλῶνι κατέλαβε.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account