Εἰ δέ τις ἄρα ἐκείνων ἐπακούειν ποθεῖ, ὅπως μὲν ἐκ Μακεδονίας ἐκαλεῖτο μετὰ τῆς μητρὸς ἡ νύμφη, τίς δὲ ἧν ὁ τῆς πομπῆς τρόπος, ἁρμάτων καὶ ἵππων καὶ ὀχημάτων παντοδαπῶν χρυσῷ καὶ ἀργύρῳ καὶ ὀρειχάλκῳ μετὰ τῆς ἀρίστης τέχνης εἰργασμένων, ἴστω παιδικῶν σφόδρα ἀκουσμάτων ἐπιθυμῶν· [111] καθάπερ γὰρ οἶμαι κιθαρῳδοῦ τινος δεξιοῦ τὴν τέχνην· ἔστω δέ, εἰ βούλει, Τέρπανδρος οὗτος ἢ ὁ Μηθυμναῖος ἐκεῖνος, ὃν δὴ λόγος ἔχει δαιμονίᾳ πομπῇ χρησάμενον φιλομουσοτέρου τοῦ δελφῖνος τυχεῖν ἢ τῶν ξυμπλεόντων, καὶ ἐπὶ τὴν Λακωνικὴν ἄκραν κομισθῆναι· ἔθελγε γὰρ οἶμαι τοὺς δυστυχεῖς ναύτας ὅσα ἐκεῖνος ἀπὸ τῆς τέχνης εἰργάσατο, αὐτῆς δὲ ἐκείνης ὑπερεώρων καὶ οὐδεμίαν ὤραν ἐποιοῦντο τῆς μουσικῆς· [B] εἰ δὴ οὖν τις τοῖν ἀνδροῖν ἐκείνοιν τὸν κράτιστον ἐπιλεξάμενος καὶ ἀποδοὺς τὸν περὶ τὸ σῶμα κόσμον τῇ τέχνῃ πρέποντα εἶτα ἐς θέατρον παραγάγοι παντοδαπῶν ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων φύσει τε καὶ ἡλικίᾳ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασι διαφερόντων, οὐκ ἂν οἴεσθε τοὺς μὲν παῖδας καὶ τῶν ἀνδρῶν καὶ γυναικῶν(524) ὁπόσοι τοιοῦτοι εἰς τὴν ἐσθῆτα καὶ τὴν κιθάραν ἀποβλέποντας ἐκπεπλῆχθαι δεινῶς πρὸς τὴν ὄψιν, τῶν ἀνδρῶν δὲ τοὺς ἀμαθεστέρους καὶ γυναικῶν πλὴν σφόδρα ὀλίγων ἅπαν τὸ πλῆθος ἡδονῇ [C] καὶ λύπῃ κρίνειν τὰ κρούματα, μουσικὸν δὲ ἄνδρα, τοὺς νόμους(525) ἐξεπιστάμενον τῆς τέχνης, οὔτε μιγνύμενα τὰ μέλη τῆς ἡδονῆς χάριν φαύλως ἀνέχεσθαι, δυσχεραίνειν τε(526) καὶ εἰ(527) τοὺς τρόπους τῆς μουσικῆς διαφθείροι καὶ εἰ ταῖς ἁρμονίαις μὴ δεόντως χρῷτο μηδὲ ἑπομένως τοῖς νόμοις τῆς ἀληθινῆς καὶ θείας μουσικῆς; ὁρῶν δὲ ἐμμένοντα τοῖς νομισθεῖσι καὶ οὐ κίβδηλον ἡδονήν, καθαρὰν δὲ [D] καὶ ἀκήρατον τοῖς θεαταῖς ἐνεργασάμενον ἄπεισι τοῦτον ἐπαινῶν καὶ ἐκπληττόμενος, ὄτι δὴ σὺν τέχνῃ μηδὲν ἀδικῶν τὰς Μούσας τῷ θεάτρῳ ξυγγέγονε. τὸν δὲ τὴν ἁλουργίδα καὶ τὴν κιθάραν ἐπαινοῦντα ληρεῖν οἴεται καὶ ἀνοηταίνειν· καὶ εἰ διὰ πλείονων(528) τὰ τοιαῦτα διηγεῖται, λέξει τε ἡδίστῃ κοσμῶν καὶ ἐπιλεαίνων τὸ φαῦλον καὶ ἀγεννὲς τῶν διηγημάτων, γελοιότερον νομίζει [112] τῶν ἀποτορνείειν τὰς κέγχρους ἐπιχειρούντων, καθάπερ οἶμαι φασὶ τὸν Μυρμηκίδην ἀντιταττόμενον τῇ Φειδίου τέχνῃ. οὔκουν οὐδὲ ἡμεῖς ἑκόντες αὑτοὺς ταύταις ὑποθήσομεν ταῖς αἰτίαις, ἱματίων πολυτελῶν καὶ δώρων παντοίων ὅρμων τε καὶ στεφάνων κατάλογον τῶν ἐκ βασιλέως μακρόν τινα τοῦτον ᾄδοντες, οὐδὲ ὡς ἀπήντων οἱ δῆμοι δεξιούμενοι καὶ χαίροντες, οὐδὲ ὅσα κατὰ τὴν ὁδὸν ἐκείνην λαμπρὰ καὶ ζηλωτὰ γέγονε καὶ ἐνομίσθη. [B] ἀλλ᾽ ἐπειδὴ τῶν βασιλείων εἴσω παρῆλθε καὶ τῆς ἐπωνυμίας ταύτης ἠξιώθη, τί πρῶτον ἔργον ἐκείνης γέγονε, καὶ αὖθις δεύτερον, καὶ ἐπ᾽ αὐτῷ τρίτον, καὶ πολλὰ δὴ μάλα τὸ ἐντεῦθεν; οὐ γάρ, εἰ σφόδρα λέγειν ἐθέλοιμι καὶ μακρὰς ὑπὲρ τούτων βίβλους ξυντιθέναι, ἀρκέσειν ὑπολαμβάνω τῷ πλήθει τῶν ἔργων, ὅσα ἐκείνῃ φρόνησιν καὶ πρᾳότητα καὶ σωφροσύνην καὶ φιλανθρωπίαν ἐπιείκειάν τε καὶ ἐλευθεριότητα [C] καὶ τὰς ἄλλας ἀρετὰς ἐξεμαρτύρησε λαμπρότερον, ἢ νῦν ὁ παρὼν περὶ αὐτῆς λόγος δηλοῦν ἐπιχειρεῖ καὶ ἐκδιδάσκειν τοὺς πάλαι διὰ τῶν ἔργων ἐγνωκότας. οὐ μὴν ἐπειδὴ ἐκεῖνο δυσχερές, μᾶλλον δὲ ἀδύνατον ἐφάνη, παντελῶς ἄξιον ὑπὲρ
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account