Κρῆναι δ᾽ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ· καὶ ἐτεθήλει περὶ τὴν οἰκίαν ἡμερὶς ἡβώωσα(534) σταφυλῆς οἶμαι τῆς γενναίας, βριθομένη τοῖς βότρυσι· καὶ παρὰ τοῖς Φαίαξιν ἕτερα τοιαῦτα, πλὴν ὅσῳ πολυτελέστερα, [B] ἅτε οἶμαι ποιητὰ ξὺν τέχνῃ, τῆς τῶν αὐτοφυῶν ἄλαττον μετεῖχε χάριτος καὶ ἧττον εἶναι ἐδόκει ἐκείνων ἐράσμια. τῆς τρυφῆς δὲ αὖ καὶ τοῦ πλούτου καὶ προσέτι τῆς περὶ τὰς νήσους ἐκείνας εἰρήνης καὶ ἡσυχίας τίνα οὐκ ἂν ἡττηθῆναι δοκεῖτε(535) τοσούτους ἀνατλάντα πόνους καὶ κινδύνους καὶ ἔτι ὑφορώμενον δεινότερα(536) πείσεσθαι, τὰ μὲν ἐν θαλάττῃ τὰ δὲ ἐπὶ τῆς οἰκίας αὐτῆς, [C] πρὸς ἑκατὸν νεανίσκους ἡβῶντας εὖ μάλα μόνον ἀγωνίζεσθαι μέλλοντα, ὅπερ οὐδὲ ἐν Τροίᾳ ἐκείνῳ ποτὲ συνηνέχθη; εἴ τις οὖν ἔροιτο τὸν Ὀδυσσέα παίζων ὧδέ πως· τί ποτε, ὦ σοφώτατε ῥῆτορ ἦ στρατηγὲ ἦ ὅ τι χρή σε ὀνομάζειν, τοσούτους ἑκὼν ὑπέμεινας πόνους, ἐξὸν εἶναι ὄλβιον καὶ εὐδαίμονα, τυχὸν δὲ καὶ ἀθάνατον εἴ τι χρὴ ταῖς ἐπαγγελίαις Καλυψοῦς πιστεύειν, σὺ δὲ ἑλόμενος τὰ χείρω πρὸ τῶν βελτιόνων τοσούτους σαυτῷ προστέθεικας πόνους, οὐδὲ ἐν τῇ Σχερίᾳ καταμεῖναι ἐθελήσας, [D] ἐξὸν ἐκεῖ που παυσάμενον τῆς πλάνης καὶ τῶν κινδύνων ἀπηλλάχθαι· σὺ δὲ ἡμῖν ἐπὶ τῆς οἰκίας ἔγνως στρατεύεσθαι καὶ ἄθλους δή τινας καὶ ἀποδημίαν ἑτέραν ἐκτελεῖν οὔτι τῆς πρόσθεν, ὥς γε τὸ εἰκὸς ἀπονωτέραν οὐδὲ κουφοτέραν. τί δὴ οὖν οἴεσθε πρὸς ταῦτα ἐκεῖνον εἰπεῖν ἔχειν; ἆρ᾽ οὐχ ὅτι τῇ Πηνελόπῃ συνεῖναι ἐθέλων τοὺς ἄθλους αὐτῇ καὶ τὰς στρατείας χαρίεντα διηγήματα φέρειν ὑπέλαβε; ταῦτά τοι καὶ τὴν μητέρα πεποίηκεν αὐτῷ παραινοῦσαν μεμνῆσθαι πάντων, [114] ὧν τε εἶδε θεαμάτων καὶ ὧν ἤκουσεν ἀκουσμάτων,
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account