καὶ τοῦ εἶναι καὶ λογικῆς ψυχῆς καὶ νοῦ μετείληφεν, οὐχ ἥκιστα δὲ τῶν ἄλλων ἁπάντων ἐμαυτῷ· καὶ γάρ εἰμι τοῦ βασιλέως ὀπαδὸς Ἡλίου. [C] τούτου δὲ ἔχω μὲν οἴκοι παρ᾽ ἐμαυτῷ τὰς πίστεις ἀκριβεστέρας· ὃ δέ μοι θέμις εἰπεῖν καὶ ἀνεμέσητον, ἐντέτηκέ μοι δεινὸς ἐκ παίδων τῶν αὐγῶν τοῦ θεοῦ πόθος, καὶ πρὸς τὸ φῶς οὕτω δὴ τὸ αἰθέριον ἐκ παιδαρίου κομιδῇ τὴν διάνοιαν ἐξιστάμην, ὥστε οὐκ εἰς αὐτὸν μόνον ἀτενὲς ὁρᾶν ἐπεθύμουν, ἀλλὰ καί, εἴ ποτε νύκτωρ ἀνεφέλου καὶ καθαρᾶς αἰθρίας οὔσης προέλθοιμι, [D] πάντα ἀθρόως ἀφεὶς τοῖς οὐρανίοις προσεῖχον κάλλεσιν, οὐκέτι ξυνιεὶς οὐδὲν εἴ τις λέγοι τι πρός με οὐδὲ αὐτὸς ὅ τι πράττοιμι προσέχων. ἐδόκουν τε περιεργότερον ἔχειν πρὸς αὐτὰ καὶ πολυπράγμων τις εἶναι, καί μέ τις ἤδη [131] ἀστρόμαντιν ὑπέλαβεν ἄρτι γενειήτην. καίτοι μὰ τοὺς θεοὺς οὔποτε τοιαύτη βίβλος εἰς ἐμὰς ἀφῖκτο χεῖρας, οὐδὲ ἠπιστάμην ὅ τί ποτέ ἐστι τὸ χρῆμά πω τότε.(614) ἀλλὰ τί ταῦτα ἐγώ φημι, μείζω ἔχων εἰπεῖν, εἰ φράσαιμι ὅπως ἐφρόνουν τὸ τηνικαῦτα περὶ θεῶν; λήθη δὲ ἔστω τοῦ σκότους ἐκείνου. τοῦ(615) δὲ ὅτι με τὸ οὐράνιον πάντη περιήστραπτε φῶς ἤγειρέ τε καὶ παρώξυνεν ἐπὶ τὴν θέαν, ὥστε ἤδη καὶ τῆς σελήνης τὴν ἐναντίαν πρὸς τὸ πᾶν αὐτὸς ἀπ᾽ ἐμαυτοῦ κίνησιν ξυνεῖδον, [B] οὐδενί πω ξυντυχὼν τῶν τὰ τοιαῦτα φιλοσοφούντων, ἔστω μοι τὰ ῥηθέντα σημεῖα. ζηλῶ μὲν οὖν ἔγωγε τῆς εὐποτμίας καὶ εἴ τῳ τὸ σῶμα παρέσχε θεὸς ἐξ ἱεροῦ καὶ προφητικοῦ συμπαγὲν σπέρματος ἀναλαβόντι σοφίας ἀνοῖξαι θησαυρούς· οὐκ ἀτιμάζω δὲ ταύτην, ἧς ἠξιώθην αὐτὸς παρὰ τοῦ θεοῦ τοῦδε μερίδος, ἐν τῷ κρατοῦντι καὶ βασιλεύοντι τῆς γῆς γένει τοῖς κατ᾽ ἐμαυτὸν χρόνοις γενόμενος, [C] ἀλλ᾽ ἡγοῦμαι,(616) εἴπερ χρὴ πείθεσθαι τοῖς σοφοῖς, ἁπάντων ἀνθρώπων εἶναι τοῦτον κοινὸν πατέρα. λέγεται γὰρ ὀρθῶς ἄνθρωπος ἄνθροπων γεννᾶν καὶ ἥλιος,(617) ψυχὰς οὐκ ἀφ᾽ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ παρὰ τῶν ἄλλων θεῶν σπείρων(618) εἰς γῆν,(619) ἐφ᾽ ὅ τι δὲ χρῆμα δηλοῦσιν αὗται τοῖς βίοις, οὗς προαιροῦνται. κάλλιστον μὲν οὖν, εἴ τῳ ξυνηνέχθη καὶ πρὸ τριγονίας ἀπὸ πολλῶν πάνυ προπατόρων ἐφεξῆς τῷ θεῷ δουλεῦσαι, μεμπτὸν δὲ οὐδὲ ὅστις, [D] ἐπεγνωκὼς ἑαυτὸν τοῦ θεοῦ τοῦδε θεράποντα φύσει, μόνος ἐξ ἁπάντων ἢ ξὺν ὀλίγοις αὑτὸν ἐπιδίδωσι τῇ θεραπείᾳ τοῦ δεσπότου.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account