Λάβωμεν οὖν ἐξ ἁπάντων τὸ μὲν τελεσιουργὸν ἐκ τοῦ παντὸς ἀποφαίνειν ὁρᾶν τὰ ὁρατικά· τελειοῖ γὰρ αὐτὰ διὰ τοῦ φωτός· τὸ δὲ δημιουργικὸν καὶ γόνιμον(648) ἀπὸ τῆς περὶ τὸ ξύμπαν μεταβολῆς, τὸ δὲ ἐν ἑνὶ πόντων συνεκτικὸν ἀπὸ τῆς περὶ τὰς κινήσεις πρὸς ἓν καὶ τὸ αὐτὸ συμφωνίας, τὸ δὲ μέσον ἐξ αὐτοῦ(649) μέσου, τὸ δὲ τοῖς νοεροῖς αὐτὸν ἐνιδρύσθαι βασιλέα ἐκ τῆς ἐν τοῖς πλανωμένοις μέσης τάξεως. [D] εἰ μὲν οὖν ταῦτα περί τινα τῶν ἄλλων ἐμφανῶν ὁρῶμεν θεῶν ἢ τοσαῦτα ἕτερα, μή τοι τούτῳ τὴν περὶ τοὺς θεοὺς ἡγεμονίαν προσνείμωμεν· εἰ δὲ οὐκ ἔστιν οὐδὲν αὐτῷ κοινὸν πρὸς τοὺς ἄλλους ἔξω τὴς ἀγαθοεργίας, ἧς καὶ αὐτῆς μεταδέδωσι τοῖς πᾶσι, μαρτυράμενοι τούς τε Κυπρίων ἱερέας, οἱ κοινοὺς ἀποφαίνουσι βωμοὺς Ἡλίῳ καὶ Διί, πρὸ τούτων δὲ ἔτι τὸν Ἀπόλλω(650) συνεδρεύοντα τῷ θεῷ τῷδε παρακαλέσαντες μάρτυρα· φησὶ γὰρ ὁ θεὸς οὗτος “Εἷς Ζεύς, εἷς Ἀίδης, [136] εἷς Ἥλιός ἐστι Σέραπις· κοινὴν ὑπολάβωμεν”, μᾶλλον δὲ μίαν Ἡλίου καὶ Διὸς ἐν τοῖς νοεροῖς θεοῖς δυναστείαν· ὅθεν μοι δοκεῖ καὶ Πλάτων οὐκ ἀπεικότως φρόνιμον θεὸν Ἅιδην ὀνομάσαι. καλοῦμεν δὲ τὸν αὐτὸν τοῦτον καὶ Σάραπιν, τὸν ἀιδῆ δηλονότι καὶ νοερόν, πρὸς ὅν φησιν(651) ἄνω πορεύεσθαι τὰς ψυχὰς τῶν ἄριστα βιωσάντων καὶ δικαιότατα. μὴ γὰρ δή τις ὑπολάβῃ τοῦτον, [B] ὃν οἱ μῦθοι πείθουσι φρίττειν, ἀλλὰ τὸν πρᾷον καὶ μείλιχον, ὃς ἀπολύει παντελῶς τῆς γενέσεως τὰς ψυχάς, οὐχὶ δὲ λυθείσας αὐτὰς σώμασιν ἑτέροις προσηλοῖ(652) κολάζων καὶ πραττόμενος δίκας, ἀλλὰ πορεύων ἄνω καὶ ἀνατείνων τὰς ψυχὰς ἐπὶ τὸν νοητὸν κόσμον. ὅτι δὲ οὐδὲ νεαρὰ παντελῶς ἐστιν ἡ δόξα, προύλαβον δὲ αὐτὴν οἱ πρεσβύτατοι τῶν ποιητῶν, Ὅμηρός τε καὶ Ἡσίοδος, εἴτε καὶ νοοῦντες οὅτως εἴτε καὶ ἐπιπνοίᾳ θείᾳ καθάπερ οἱ μάντεις ἐνθουσιῶντες πρὸς τὴν ἀλήθειαν, [C] ἐνθένδ᾽ ἂν γίγνοιτο γνώριμον. ὁ μὲν γενεαλογῶν αὐτὸν Ὑπερίονος ἔφη καὶ Θείας, μόνον οὐχὶ διὰ τούτων αἰνιττόμενος τοῦ πάντων ὑπερέχοντος αὐτὸν ἔκγονον(653) γνήσιον φῦναι· ὁ γὰρ Ὑπερίων τίς ἂν ἕτερος εἴη παρὰ τοῦτον; ἡ Θεία δὲ αὐτὴ τρόπον ἕτερον οὐ τὸ θειότατον τῶν ὄντων λέγεται; μὴ δὲ συνδυασμὸν μηδὲ γάμους ὑπολαμβάνωμεν, ἄπιστα καὶ παράδοξα ποιητικῆς μούσης ἀθύρματα. [D] πατέρα δὲ αὐτοῦ καὶ γεννήτορα νομίζωμεν τὸν θειότατον καὶ ὑπέρτατον· τοιοῦτος δὲ τίς ἂν ἄλλος(654) εἴη τοῦ πάντων ἐπέκεινα καὶ περὶ ὃν πάντα καὶ οὗ ἕνεκα πάντα ἐστίν; Ὅμηρος δὲ αὐτὸν ἀπὸ τοῦ πατρὸς Ὑπερίονα καλεῖ,(655) καὶ δείκνυσί γε αὐτοῦ τὸ αὐτεξούσιον καὶ πάσης ἀνάγκης κρεῖττον. ὁ γάρ τοι Ζεύς, ὡς ἐκεῖνός φησιν, ἁπάντων ὢν κύριος τοὺς ἄλλους προσαναγκάζει· ἐν δὲ τῷ μύθῳ τοῦ θεοῦ τοῦδε λέγοντος,(656) ὅτι ἄρα διὰ τὴν ἀσέβειαν τῶν Ὀδυσσέως ἑταίρων [137] ἀπολείψει τὸν Ὄλυμπον, οὐκέτι φησίν
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account