[C] Πολὺ δὲ πρὸς οἷς ἔφην πλῆθός ἐστι περὶ τὸν οὐρανὸν θεῶν, οὓς κατενόησαν οἱ τὸν οὐρανὸν μὴ παρέργως μηδὲ ὥσπερ τὰ βοσκήματα θεωροῦντες.(720) τοὺς τρεῖς γὰρ τετραχῇ τέμνων διὰ τῆς τοῦ ζῳοφόρου κύκλου πρὸς ἕκαστον αὐτῶν κοινωνίας τοῦτον αὖθις τὸν ζῳοφόρον εἰς δώδεκα θεῶν δυνάμεις διαιρεῖ, καὶ μέντοι τούτων ἕκαστον εἰς τρεῖς, ὥστε ποιεῖν ἓξ ἐπὶ τοῖς τριάκοντα. ἔνθεν οἶμαι καθήκει ἄνωθεν ἡμῖν ἐξ οὐρανῶν [D] τριπλῆ χαρίτων δόσις, ἐκ τῶν κύκλων, οὗς ὁ θεὸς ὅδε τετραχῇ τέμνων τὴν τετραπλῆν ἐπιπέμπει τῶν ὡρῶν ἀγλαΐαν, αἳ δὴ τὰς τροπὰς ἔχουσι τῶν καιρῶν. κύκλον τοι καὶ αἱ Χάριτες ἐπὶ γῆς διὰ τῶν ἀγαλμάτων μιμοῦνται. χαριτοδότης(721) δέ ἐστιν ὁ Διόνυσος ἐς ταὐτὸ λεγόμενος Ἡλίῳ συμβασιλεύειν. τύ οὖν ἔτι σοι τὸν Ὧρον λέγω καὶ τἇλλα θεῶν ὀνόματα, τὰ πάντα Ἡλίῳ προσήκοντα; συνῆκαν γὰρ ἅνθρωποι τὸν θεὸν ἐξ ὧν ὁ θεὸς [149] ὅδε ἐργάζεται, τὸν σύμπαντα οὐρανὸν τοῖς νοεροῖς ἀγαθοῖς τελειωσάμενος καὶ μεταδοὺς αὐτῷ τοῦ νοητοῦ κάλλους, ἀρξάμενοί τε ἐκεῖθεν ὅλον τε αὐτὸν καὶ τὰ μέρη τῇ τῶν ἀγαθῶν ἁδρᾷ(722) δόσει. πᾶσαν γὰρ ἐπιτροπεύει(723) κίνησιν ἄχρι τῆς τελευταίας τοῦ κόσμου λ\ηξεως· φύσιν τε καὶ ψυχὴν καὶ πᾶν ὅ,τι ποτέ ἐστι, πάντα πανταχοῦ τελειοῦται. τὴν δὲ τοσαύτην στρατιὰν τῶν θεῶν εἰς μίαν ἡγεμονικὴν [B] ἕνωσιν συντάξας Ἀθηνᾷ Προνοίᾳ παρέδωκεν, ἣν ὁ μὲν μῦθός φησιν ἐκ τῆς τοῦ Διὸς γενέσθαι κορυφῆς, ἡμεῖς δὲ ὅλην ἐξ ὅλου τοῦ βασιλέως Ἡλίου προβληθῆναι συνεχομένην ἐν αὐτῷ, ταύτῃ διαφέροντες τοῦ μύθου, ὅτι μὴ ἐκ τοῦ ἀκροτάτου μέρους, ὅλην δὲ ἐξ ὅλου· ἐπεὶ τἆλλά γε οὐδὲν διαφέρειν Ἡλίου Δία νομίζοντες ὁμολογοῦμεν τῇ παλαιᾷ φήμῃ. καὶ τοῦτο δὲ αὐτὸ Πρόνοιαν Ἀθηνᾶν λέγοντες οὐ καινοτομοῦμεν, εἴπερ ὀρθῶς ἀκούομεν·
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account