[155] Ἔτι σοι βούλει περὶ τῶν αὐτῶν φράσω τεκμήριον τοῦ Νόμα τοῦ βασιλέως ἔργον; ἄσβεστον ἐξ ἡλίου φυλάττουσι φλόγα παρθένοι παρ᾽ ἡμῖν ἱεραὶ κατὰ τὰς διαφόρους ὥρας, αἳ δὴ τὸ γενόμενον(764) περὶ τὴν γῆν ὑπὸ τοῦ θεοῦ πῦρ φυλάττουσιν. ἔτι τούτων μεῖζον ἔχω σοι φράσαι τοῦ θεοῦ τοῦδε τεκμήριον, αὐτοῦ τοῦ θειοτάτου βασιλέως ἔργον. οἱ μῆνες ἅπασι μὲν τοῖς ἄλλοις ὡς ἔπος εἰπεῖν ἀπὸ τῆς σελήνης ἀριθμοῦνται, [B] μόνοι δὲ ἡμεῖς καὶ Αἰγύπτιοι πρὸς τὰς ἡλίου κινήσεις ἑκάστου μετροῦμεν ἐνιαυτοῦ τὰς ἡμέρας. εἴ σοι μετὰ τοῦτο φαίην, ὡς καὶ τὸν Μίθραν τιμῶμεν καὶ ἄγομεν Ἡλίῳ τετραετηρικοὺς ἀγῶνας, ἐρῶ νεώτερα· βέλτιον δὲ ἴσως ἕν τι τῶν παλαιοτέρων προθεῖναι. τοῦ γὰρ ἐνιαυσιαίου κύκλου τὴν ἀρχὴν ἄλλος ἄλλοθεν ποιούμενος, οἱ μὲν τὴν ἐαρινὴν ἰσημερίαν, οἱ δὲ τὴν ἀκμὴν τοῦ θέρους, οἱ πολλοὶ δὲ φθίνουσαν ἤδη τὴν ὀπώραν, [C] Ἡλίου τὰς ἐμφανεστάτας ὑμνοῦσι δωρεάς ὁ μέν τις τὴν τῆς ἐργασίας ἐνδιδομένην εὐκαιρίαν, ὅτε ἡ γῆ θάλλει καὶ γαυριᾷ, φυομένων ἄρτι των καρπῶν ἁπάντων, γίνεται δὲ ἐπιτῆδεια πλεῖσθαι τὰ πελάγη καὶ τὸ τοῦ χειμῶνος ἀηδὲς καὶ σκυθρωπὸν ἐπὶ τὸ φαιδρότερον μεθίσταται, οἱ δὲ τὴν τοῦ θέρους ἐτίμησαν ὥραν,(765) ὡς ἀσφαλῶς τότε ὑπὶρ τῆς τῶν καρπῶν ἔχοντες θαρρῆσαι γενέσεως, τῶν μὲν σπερμάτων ἤδη συνειλεγμένων, ἀκμαίας δὲ οὔσης [D] τῆς ὀπώρας ἤδη και πεπαινομένων τῶν ἐπικειμένων καρπῶν τοῖς δένδροις. ἄλλοι δὲ τούτων ἔτι κομψότεροι τέλος ἐνιαυτοῦ ὑπέλαβον τὴν τελειοτάτην τῶν καρπῶν ἁπάντων ἀκμὴν καὶ φθίσιν· ταῦτά τοι καὶ φθινούσης ἤδη τῆς ὀπώρας ἄγουσι τὰς κατ᾽ ἐνιαυτὸν νουμηνίας. οἱ δὲ ἡμέτεροι προπάτορες ἀπ᾽ αὐτοῦ τοῦ θειοτάτου βασιλέως τοῦ Νόμα μειζόνως ἔτι τὸν θεὸν τοῦτον σεβόμενοι τὰ μὲν τῆς χρείας ἀπέλιπον, ἅτε οἶμαι φύσει θεῖοι καὶ περιττοὶ τὴν διάνοιαν, αὐτὸν δὲ εἶδον τούτων τὸν αἴτιον [156] καὶ ἄγειν ἔταξαν συμφώνως ἐν τῇ παρούσῃ τῶν ὡρῶν τὴν νουμηνίαν, ὁπότε ὁ βασιλεὺς Ἥλιος αὖθις ἐπανάγει πρὸς ἡμᾶς ἀφεὶς τῆς μεσημβρίας τὰ ἔσχατα καὶ ὥσπερ περὶ νύσσαν τὸν αἰγοκέρωτα κάμψας ἀπὸ τοῦ νότου πρὸς τὸν βορρᾶν ἔρχεται μεταδώσων ἡμῖν τῶν ἐπετείων ἀγαθῶν. ὅτι δὲ τοῦτο ἀκριβῶς ἐκεῖνοι διανοηθέντες οὕτως ἐνεστήσαντο τὴν ἐπέτειον νουμηνίαν, ἐνθένδ᾽ ἄν τις κατανοήσειεν. οὐ γὰρ οἶμαι καθ᾽ ἣν ἡμέραν ὁ θεὸς τρέπεται, καθ᾽ ἣν δὲ τοῖς [B] πᾶσιν ἐμφανὴς γίνεται χωρῶν ἀπὸ τῆς μεσημβρίας ἐς τὰς ἄρκτους ἄταξαν οὗτοι τὴν ἑορτήν. οὔπω μὲν γὰρ ἦν αὐτοῖς ἡ τῶν κανόνων λεπτότης γνώριμος, οὓς ἐξηῦρον μὲν Χαλδαῖοι καὶ Αἰγύπτιοι, Ἵππαρχος δὲ καὶ Πτολεμαῖος ἐτελειώσαντο, κρίνοντες δὲ αἰσθήσει τοῖς φαινομένοις ἠκολούθουν.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account