The Works of the Emperor Julian, Vol. 1Julian, Emperor of Rome
Religion
The Works of the Emperor Julian, Vol. 1
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
(What shall I say now by way of summary? Because men observed that, as far
as the fifth substance, not only the intelligible world but also the
visible bodies of our world must be classed as unaffected by externals and
divine, they believed that, as far as the fifth substance, the gods are
uncompounded. And when by means of that generative substance the visible
gods came into being, and, from everlasting, matter was produced along
with those gods, from them and through their agency, by reason of the
superabundance in them of the generative and creative principle; then the
Providence of the world, she who from everlasting is of the same essential
nature as the gods, she who is enthroned by the side of King Zeus, and
moreover is the source of the intellectual gods, set in order and
corrected and changed for the better all that seemed lifeless and barren,
the refuse and so to speak offscourings of things, their dregs and
sediment: and this she did by means of the last cause(858) derived from
the gods, in which the substances of all the gods come to an end.)
[171] Ὁ γὰρ Ἄττις οὗτος ἔχων τὴν κατάστικτον τοῖς ἄστροις τιάραν εὔδηλον
ὅτι τὰς πάντων τῶν θεῶν εἰς τὸν ἐμφανῆ κόσμον ὁρωμένας λήξεις ἀρχὰς
ἐποιήσατο τῆς ἑαυτοῦ βασιλείας· ἐπ᾽ αὐτῷ τὸ μὲν ἀκραιφνὲς καὶ καθαρὸν ῾ἦν
ἄχρι γαλαξίου· περὶ τοῦτον δὲ ἤδη τὸν τόπον μιγνυμένου πρὸς τὸ ἀπαθὲς τοῦ
παθητοῦ καὶ τῆς ὕλης παρυφισταμένης ἐκεῖθεν, ἡ πρὸς ταύτην κοινωνία
κατάβασίς ἐστιν εἰς τὸ ἄντρον, [B] οὐκ ἀκουσίως μὲν γενομένη τοῖς θεοῖς
καὶ τῇ τούτων Μητρί, λεγομένη δὲ ἀκουσίως γενέσθαι. φύσει γὰρ ἐν κρείττονι
τοὺς θεοὺς ὄντας οὐκ ἐκεῖθεν ἐπὶ τάδε καθέλκειν ἐθέλει τὰ βελτίω, ἀλλὰ διὰ
τῆς τῶν κρειττόνων συγκαταβάσεως καὶ ταῦτα ἀνάγειν ἐπὶ τὴν ἀμείνονα καὶ
θεοφιλεστέραν λῆξιν. οὕτω τοι καὶ τὸν Ἄττιν οὐ κατεχθραίνουσα μετὰ τὴν
ἐκτομὴν ἡ Μήτηρ λέγεται, ἀλλὰ ἀγανακτεῖ μὲν οὐκέτι, ἀγανακτοῦσα δὲ λέγεται
διὰ τὴν συγκατάβασιν, ὅτι κρείττων ὢν [C] καὶ θεὸς ἔδωκεν ἑαυτὸν τῷ
καταδεεστέρῳ· στήσαντα δὲ αὐτὸν τῆς ἀπειρίας τὴν πρόοδον καὶ τὸ ἀκόσμητον
τοῦτο κοσμήσαντα διὰ τῆς πρὸς τὸν ἰσημερινὸν κύκλον συμπαθείας, ἵνα ὁ
μέγας Ἥλιος τῆς ὡρισμένης κινήσεως τὸ τελειότατον κυβερνᾷ μέτρον, ἐπανάγει
πρὸς ἑαυτὴν ἡ θεὸς ἀσμένως, μᾶλλον δὲ ἔχει παρ᾽ ἑαυτῇ. καὶ οὐδέποτε
γέγονεν, ὅτε μὴ ταῦτα τοῦτον εἶχε τὸν τρόπον, ὅνπερ νῦν ἔχει, ἀλλ᾽ ἀεὶ μὲν
Ἄττις ἐστὶν ὑπουργὸς τῇ Μητρὶ [D] καὶ ἡνίοχος, ἀεὶ δὲ ὀργᾷ εἰς τὴν
γένεσιν, ἀεὶ δὲ ἀποτέμνεται τὴν ἀπειρίαν διὰ τῆς ὡρισμένης τῶν εἰδῶν
αἰτίας. ἐπαναγόμενος δὲ ὥσπερ ἐκ γῆς τῶν ἀρχαίων αὖθις λέγεται δυναστεύειν
σκήπτρων, ἐκπεσὼν μὲν αὐτῶν οὐδαμῶς οὐδὲ ἐκπίπτων, ἐκπεσεῖν δὲ αὐτῶν
λεγόμενος διὰ τὴν πρὸς τὸ παθητὸν σύμμιξιν.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account