Τίς οὖν ἡμῖν ὑπολείπεται λόγος, ἄλλως τε καὶ ἐν βραχεῖ νυκτὸς μέρει ταῦτα ἀπνευστὶ ξυνεῖραι(890) συγχωρηθεῖσιν, οὐδὲν οὔτε προανεγνωκόσιν οὔτε σκεψαμένοις περὶ αὐτῶν, [179] ἀλλ᾽ οὐδὲ προελομένοις ὑπὲρ τούτων εἰπεῖν πρὶν ἢ τὰς δέλτους ταύτας αἰτῆσαι; μάρτυς δὲ ἡ θεός μοι τοῦ λόγου. ἀλλ᾽, ὅπερ ἔφην, τί τὸ λειπόμενον ἡμῖν ὑμνῆσαι τὴν θεὸν μετὰ τῆς Ἀθηνᾶς καὶ τοῦ Διονύσου, ὧν δὴ καὶ τὰς ἑορτὰς ἐν ταύταις ἔθετο ταῖς ἁγιστείαις ὁ νόμος; ὁρῶ μὲν τῆς Ἀθηνᾶς πρὸς τὴν Μητέρα τῶν θεῶν διὰ τῆς προνοητικῆς ἐν ἑκατέραις ταῖς οὐσίαις ὁμοιότητος [B] τὴν συγγένειαν ἐπισκοπῶ δὲ καὶ τὴν Διονύσου μεριστὴν δημιουργίαν, ἣν ἐκ τῆς ἑνοειδοῦς καὶ μονίμου ζωῆς τοῦ μεγάλου Διὸς ὁ μέγας Διόνυσος παραδεξάμενος, ἅτε καὶ προελθὼν ἐξ ἐκείνου, τοῖς φαινομένοις ἅπασιν ἐγκατένειμεν, ἐπιτροπεύων καὶ βασιλεύων τῆς μεριστῆς συμπάσης δημιουργίας. προσήκει δὲ σὺν τούτοις ὑμνῆσαι καὶ τὸν Ἐπαφρόδιτον Ἑρμῆν· [C] καλεῖται γὰρ οὕτως ὑπὸ τῶν μυστῶν ὁ θεὸς οὗτος, ὅσοι λαμπάδας φασὶν ἀνάπτειν Ἄττιδι τῷ σοφῷ. τίς οὖν οὕτω παχὺς τὴν ψυχήν, ὃς οὐ συνίησιν, ὅτι δι᾽ Ἑρμοῦ μὲν καὶ Ἀφροδίτης ἀνακαλεῖται πάντα πανταχοῦ τὰ τῆς γενέσεως ἔχοντα τὸ ἕνεκά του(891) πάντη καὶ πάντως ὃ τοῦ λόγου μάλιστα ἴδιόν ἐστιν; Ἄττις δὲ οὐχ οὗτος ἐστιν ὁ μικρῷ πρόσθεν ἄφρων, νῦν δὲ ἀκούων διὰ τὴν ἐκτομὴν σοφός; ἄφρων μὲν ὅτι τὴν ὕλην εἵλετο καὶ τὴν γένεσιν ἐπιτροπεύει, σοφὸς δὲ ὅτι τὸ σκύβαλον τοῦτο εἰς κάλλος ἐκόσμησε τοσοῦτον [D] καὶ μετέστησεν, ὅσον οὐδεμί ἂν μιμήσαιτο ἀνθρώπων τέχνη καὶ σένεσις. ἀλλὰ τί πέρας ἔσται μοι τῶν λόγων; ἢ δῆλον ὡς ὁ τῆς μεγάλης ὕμνος θεοῦ;
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account