turned to gore, and all about the walls echoed the groans of the barbarians, slaying not, but being slain(121) in manifold ways and by all manner of wounds.) Τίς ἂν ἀξίως τῶν δρωμένων διηγοῖτο; πῦρ μὲν ἐνίετο ταῖς ἀσπίσιν, ἐξέπιπτον δὲ τῶν ὁπλιτῶν ἡμίκαυτοι πολλοί, ἄλλοι δὲ ἀποδιδράσκοντες τὴν φλόγα τὸν ἐκ τῶν βελῶν οὐκ ἀπέφευγον κίνδυνον· [28] ἀλλ᾽ οἱ μὲν ἔτι νηχόμενοι τὰ νῶτα τρωθέντες ἐς βυθὸν κατεδύοντο, οἱ δὲ ἐξαλλόμενοι τῶν μηχανημάτων πρὶν ὕδατος ἅψασθαι βληθέντες οὐ σωτηρίαν, κουφότερον δὲ εὗρον τὸν(122) θάνατον. τοὺς δὲ οὐδὲ νεῖν εἰδότας ἀκλεέστερον τῶν πρόσθεν ἀπολλυμένους τίς ἂν ἀξιώσειεν ἁριθμοῦ καὶ μνήμης; ἐπιλείψει με, καθ᾽ ἕκαστον εἰ πᾶσιν ἐπεξελθεῖν βουλοίμην, ὁ χρόνος· τὸ κεφάλαιον δὲ ἀκούειν ἀπόχρη. [B] ταύτην ἥλιος ἐπεῖδε τὴν μάχην ἄγνωστον ἀνθρώποις τὸν ἔμπροσθεν χρόνον· ταῦτα τὴν παλαιὰν ἀλαζονείαν ἤλενξε τῶν Μήδων τῦφον ὄντα κενόν· ταῦτα τῆς Ξέρξου παρασκευῆς ἀπιστουμένης τέως τὸ μέγεθος, εἰ τοσαύτη γενομένη τέλος ἔσχεν αἰσχρὸν καὶ ἐπονείδιστον, ἐναργέστερον τῶν δοκούντων εἶναι γνωρίμων ἡμῖν κατέστησεν. ὁ μὲν ἐπειρᾶτο πλεῖν καὶ πεζεύειν ἀπεναντίον τῇ φύσει μαχόμενος καὶ, [C] ὥσπερ οὖν ᾤετο, κρατῶν ἠπείρου φύσεως καὶ θαλάττης ἀνδρὸς Ἕλληνος ἡττᾶτο σοφίας καὶ ῥώμης στρατιωτῶν οὐ τρυφᾶν μεμελετηκότων οὐδὲ δουλεύειν, ἀλλ᾽ ἐλευθέρως ἄρχεσθαι καὶ πονεῖν εἰδότων. ὁ δὲ ταῖς παρασκευαῖς ἐκείνου καταδεέστερος, ἔμπληκτος δὲ μᾶλλον καὶ τῇ μανίᾳ τοὺς Ἀλωάδας ὑπερβαλλόμενος μόνον οὐχὶ τὸ πλησίον ὄρος ἐγνωκὼς ἀμφικαλύψαι τῇ πόλει, ἐπαφιεὶς δὲ [D] ποταμῶν ῥεύματα καὶ τὰ τείχη διαλύσας οὐδὲ ἀτειχίστου τῆς πόλεως περιγενόμενος ἔσχεν ἐφ᾽ ὅτῳ σεμνύνηται, καθάπερ ὁ Ξέρξης ταῖς Ἀθήναις ἐμβαλὼν τὴν φλόγα. ἐπανῄει δὲ τεττάρων μηνῶν ἀναλώσας χρόνον μυριάσι πολλαῖς ἧττον ἀπάγων τὸ στάατευμα, καὶ τὴν ἡσυχίαν ἠγάπησεν ὁ πρόσθεν ἀφόρητος δοκῶν, τὴν σὴν ἀσχολίαν καὶ τὴν τῶν παρ᾽ ἡμῖν πραγμάτων παραχὴν ὥσπερ ἔρυμα τῆς αὑτοῦ προβαλλόμενος σωτηρίας.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account