Ταῦτα καταλιπὼν ἐπὶ τῆς Ἀσίας τρόπαια καὶ νίκας, [29] ἐπὶ τὴν Εὐρώπην ἀκμῆτας ἦγες τὸ στράτευμα, τὴν οἰκουμένην ἅπασαν ἐμπλῆσαι τροπαίων ἐγνωκώς. ἐμοὶ δὲ ἀρκεῖ(125) τὰ πρόσθεν ῥηθέντα, εἰ καὶ μηδὲν ἔτι περὶ σοῦ λέγειν εἶχον σεμνότερον, πρὸς τὸ πάντων ἀποφῆναι σε τῶν ἔμπροσθεν τῆς αὐτῆς σοι μετασχόντων τύχης συνέσει καὶ ῥώμῃ κρατοῦντα. τὸ γὰρ ἀπαθῶς ὤσασθαι μεὲ τὴν Περσῶν δύναμιν, οὐ πόλιν οὐδὲ φρούριον, ἀλλ᾽ [B] οὐδὲ στρατιώτην τῶν ἐκ καταλόγου προέμενον, πολιορκίᾳ δὲ τέλος ἐπιθεῖναι λαμπρὸν καὶ οἷον οὔπω πρόσθεν ἠκούσαμεν, τίνι χρὴ τῶν ἔμπροσθεν παραβαλεῖν ἔργων; περιβόητος γέγονεν ἡ Καρχηδονίων ἐν τοῖς δεινοῖς τόλμα, ἀλλ᾽ ἐτελεύτησεν εἰς συμφοράς· λαμπρὰ τὰ περὶ τὴν Πλαταιέων πολιορκίαν γενόμενα, ἐχρήσαντο δὲ οἱ δείλαιοι γνωριμώτερον τοῖς δυστυχήμασι. τί χρὴ Μεσσήνης καὶ Πύλου μεμνῆσθαι, οὔτε ἀγωνισαμένων καρτερῶς οὔτε ἁλόντων ξὺν βίᾳ; [C] Συρακούσιοι δὲ τὸν σοφὸν ἐκεῖνον ἀντιτάξαντες ταῖς παρασκευαῖς τῆς ἡμετέρας πόλεως καὶ τῷ καλῷ κἀγαθῷ στρατηγῷ τί πλέον ὤναντο; οὐχ ἑάλωσαν μὲν τῶν ἄλλων αἴσχιον, ἐσώζοντο δὲ καλὸν ὑπόμνημα τῆς τῶν ἑλόντων πρᾳότητος; Ἀλλ᾽ εἰ πάσας ἐξαριθμεῖσθαι τὰς πόλεις βουλοίμην, αἳ πρὸς τὰς ὑποδεεστέρας οὐ κατήρκεσαν παρασκευάς, πόσας οἴει μοι βίβλους ἀρκέσειν; τῆς Ῥώμης δὲ ἴσως ἄξιον μνησθῆναι πάλαι ποτὲ χρησαμένης τύχῃ τοιαύτῃ, [D] Γαλατῶν οἶμαι καὶ Κελτῶν ἐς ταύτὸ πνευσάντων καὶ φερομένων ἐπ᾽ αὐτὴν καθάπερ χειμάρρους ἐξαίφνης. κατέλαβον μὲν γὰρ τὸν λόφον ἐκεῖνον, οὗ τὸ τοῦ Διὸς ἀφίδρυται βρέτας; γέρροις δὲ καί τισι τοιούτοις οἱονεὶ τείχει φραξάμενοι, πολυπραγμονούντων οὐδὲν προσιέναι τῶν πολεμίων βίᾳ τολμώντων, ἐκράτησαν.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account