in preparing for that war. Then he set out with twelve hundred triremes, from the very spot, as I understand, where you gathered your fleet together, having built it in rather less than ten months, and yet you had more ships than Xerxes. But neither his fortune nor his achievements can properly be compared with yours.) Τὴν δὲ εἰς τὰ λοιπὰ δαπανήματα μεγαλοπρέπειαν μὴ πολὺ λίαν ἔργον ᾖ φράζειν, οὐδὲ ὁπόσα ταῖς πόλεσι πάλαι στερομέναις ἀπεδίδους ἀπαριθμούμενος ἐνοχλήσω τὰ νῦν. [43] πλουτοῦσι μὲν γὰρ ἅπασαι διὰ σὲ ἐπὶ τῶν(194) ἔμπροσθεν ἐνδεεῖς οὖσαι καὶ τῶν ἀναγκαίων, ἐπιδίδωσι δὲ τῶν ἰδίων ἕκαστος οἴκων διὰ τὰς κοινὰς τῶν πόλεων εὐετηρίας. ἀλλὰ τῶν εἰς τοὺς ἰδιώτας ἄξιον δωρεῶν μεμνῆσθαι, ἐλευθέριόν σε καὶ μεγαλόδωρον βασιλέα προσαγορεύοντα, ὃς πολλοῖς μὲν στερομένοις πάλαι τῶν αὑτῶν κτημάτων, τοῦ πατρῴου κλήρου συμφορᾷ περιπεπτωκότος ἐν δίκῃ καὶ παρὰ δίκην, ἐπειδὴ πρῶτον ἐγένου κύριος, [B] τοῖς μὲν καθάπερ δικαστὴς ἀγαθὸς τὰ τῶν ἔμπροσθεν ἁμαρτήματα διορθωσάμενος κυρίους εἶναι τῆς αὑτῶν οὐσίας παρέσχες, τοῖς δὲ ἐπιεικὴς κριτὴς γενόμενος ταῦτα μὲν ὧν ἀφῄρηντο πάλιν ἐχαρίσω, ἀρκεῖν οἰόμενος τὸ μῆκος τοῦ χρόνου πρὸς τιμωρίαν τοῖς παθοῦσιν· ὅσα δὲ αὐτὸς οἴκοθεν χαριζόμενος πλουσιωτέρους ἀπέθηνας πολλοὺς τῶν πάλαι δοξάντων ἐπὶ τῇ τῶν χρημάτων εὐπορίᾳ σεμνύνεσθαι, [C] τί χρὴ νῦν ὑπομιμνήσκοντα περὶ μικρὰ διατρίβειν δοκεῖν; ἄλλως τε καὶ πᾶσιν ὄντος καταφανοῦς, ὅτι μηδεὶς πώποτε πλὴν Ἀλεξάνδρου τοῦ Φιλίππου τοσαῦτα βασιλεῦς τοῖς αὑτοῦ φίλοις διανέμων ὤφθη. ἀλλὰ τοῖς μὲν ὁ τῶν φίλων πλοῦτος τῆς τῶν πολεμίων ῥώμης ὕποπτος ἐφάνη μᾶλλον καὶ φοβερώτερος, ἄλλοι δὲ τὴν τῶν ἀρχομένων εὐγένειαν ὑπιδόμενοι πάντα τρόπον τοὺς εὖ γεγονότας προπηλακίζοντες [D] ἢ καὶ ἀναιροῦντες ἄρδην τὰς οἰκίας κοινῇ μὲν ταῖς πόλεσι συμφορῶν, ἰδίᾳ δὲ αὑτοῖς ἀνοσίων ἔργων αἰτιώτατοι κατέστησαν. οὐκ ἀπέσχοντο δὲ ἤδη τινὲς τοῖς τοῦ σώματος ἀγαθοῖς, ὑγιείᾳ φημὶ καὶ κάλλει καὶ εὐεξίᾳ, βασκαίνοντες· ψυχῆς τε ἀρετὴν ἔν τινι τῶν πολιτῶν γενομένην οὐδὲ ἀκούειν ὑπέμενον, ἀλλ᾽ ἦν ἀδίκημα τοῦτο, καθάπερ ἀνδροφονία καὶ κλοπὴ καὶ προδοσία, τὸ δοκεῖν ἀρετῆς μεταποιηθῆναι. [44] καὶ ταῦτα τυχὸν ἀληθῶς οὐ βασιλέων φήσει τις, πονηρῶν δὲ καὶ ἀνελευθέρων τυράννων ἔργα καὶ πράξεις. ἐκεῖνο δὲ ἤδη τὸ πάθος οὐ τῶν ἀνοήτων μόνον, ἀλλά τινων ἐπιεικῶν καὶ πρᾴων ἀνδρῶν ἁψάμενον, τὸ τοῖς φίλοις ἄχθεσθαι πλέον ἔχουσι(195) καὶ πολλάκις ἐλαττοῦν ἐθέλειν καὶ τῶν προσηκόντων αὐτοὺς ἀφαιρεῖσθαι, τίς ἐπὶ σοῦ λέγειν ἐτόλμησε; τοῦτο καὶ Κῦρόν φασι τὸν Πέρσην γάμβρον ὄντα βασιλέως παρὰ τοῦ κηδεστοῦ παθεῖν ἀχθομένου τῇ παρὰ τοῦ πλήθους εἰς τὸν ἄνδρα τιμῇ, καὶ ἀγησίλαος δὲ [B] δῆλος ἦν ἀχθόμενος τιμωμένῳ παρὰ τοῖς Ἴωσι Λυσάνδρῳ.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account