[D] Ἐν δὲ τούτοις ἅπασιν ὢν καὶ γεγονὼς τοιοῦτος ἐξ ἀρχῆς ἡδονῆς ἁπάσης, ᾗ πρόσεστιν ὄνειδος καὶ μικρόν, καθαρὰν τὴν ψυχὴν διεφύλαξας. μόνον δὲ οἶμαι σὲ τῶν πρόσθεν αὐτοκρατόρων, σχεδὸν δὲ πλὴν σφόδρα ὀλίγων καὶ πάντων ἀνθρώπων οὐκ ἀνδράσι μόνον παράδειγμα πρὸς σωφροσύνην παρασχεῖν κάλλιστον, καὶ γυναιξὶ δὲ τῆς πρὸς τοὺς ἄνδρας κοινωνίας. [47] ὅσα γὰρ ἐκείναις ἀπαγορεύουσιν οἱ νόμοι τοῦ γνησίους(203) φύεσθαι τοὺς παῖδας ἐπιμελόμενοι, ταῦτα ὁ λόγος ἀπαγορεύει ταῖς ἐπιθυμίαις παρὰ σοί. ἀλλ᾽ ὑπὲρ μὲν τούτων ἔχων ἔτι πλείονα λίγειν ἀφίημι. (While this has been your character from first to last in all these relations, you always kept your soul pure of every indulgence to which the least reproach is attached. In fact I should say that you alone, of all the emperors that ever were, nay of all mankind almost, with very few exceptions, are the fairest example of modesty, not to men only but to women also in their association with men. For all that is forbidden to women by the laws that safeguard the legitimacy of offspring, your reason ever denies to your passions. But though I could say still more on this subject, I refrain.) Τῆς φρονήσεως δὲ ἄξιον μὲν ἔπαινον διελθεῖν οὐδαμῶς εὐχερές, μικρὰ δὲ ὅμως καὶ ὑπὲρ ταύτης ῥητέον. ἔστι δὲ τὰ μὲν ἔργα τῶν λόγων οἶμαι πιστότερα. οὐ γάρ ἐστιν εἰκὸς τοσαύτην ἀρχὴν [B] καὶ δύναμιν μὴ παρὰ τῆς ἴσης διοικουμένην καὶ κρατουμένην φρονήσεως πρὸς τοσοῦτον μέγεθος ἀφικέσθαι καὶ κάλλος πράξεων· ἀγαπητὸν δὶ, εἰ καὶ τῇ τύχῃ μόνον δίχα φρονήσεως ἐπιτρεπομένη(204) ἐπὶ πολὺ μένει.(205) ἀνθῆσαι μὲν γὰρ τῇ τύχῃ προσσχόντα πρὸς βραχὺ ῥάδιον, διαφυλάξαι δὲ τὰ δοθέντα ἀγαθὰ δίχα φρονήσεως οὐ λίαν εὔκολον, μᾶλλον δὲ ἀδύνατον ἴσως. ὄλως δὲ εἰ χρὴ καὶ περὶ τούτων ἐναργὲς φράζειν τεκμήριον, πολλῶν καὶ γνωρίμων οὐκ ἀπορήσομεν. [C] τὴν γὰρ εὐβουλίαν ὑπολαμβάνομεν τῶν περὶ τὰς πράξεις ἀγαθῶν καὶ συμφερόντων ἐξευρίσκειν τὰ κράτιστα. σκοπεῖν οὖν ἄξιον ἐφ᾽ ἁπάντων ἁπλῶς, εἰ μὴ τοῦθ᾽ ἕν ἐστι τῶν σοι πραχθέντων. οὐκοῦν ὅπου μὲν ἦν ὁμονοίας χρεία, ἔχαιρες ἐλαττούμενος, ὅπου δὲ τοῖς κοινοῖς ἐχρῆν βοηθεῖν, τὸν πόλεμον ἀνείλου(206) προθυμότατα. καὶ Περσῶν μὲν τὴν δύναμιν καταστρατηγήσας οὐδένα τῶν ὁπλιτῶν ἀποβαλὼν διέφθειρας, τὸν πρὸς τοὺς τυράννους δὲ πόλεμον διελὼν τοῦ μὲν ἐκράτησας ταῖς δημηγορίαις, [D] καὶ τὴν μετ᾽ ἐκείνου δύναμιν ἀκέραιον καὶ κακῶν ἀπαθῆ προσλαβὼν κατεπολέμησας μᾶλλον διὰ τῆς συνέσεως ἢ διὰ τῆς ῥώμης τὸν τοσούτων τοῖς κοινοῖς αἴτιον συμφορῶν. βούλομαι δὲ σαφέστερον περὶ τούτων εἰπὼν ἅπασι δεῖξαι, τίνι μάλιστα πιστεύσας(207) τοσούτοις σαυτὸν ἐπιδοὺς πράγμασιν οὐδενὸς ὅλως διήμαρτες. [48] εὔνοιαν οἴει δεῖν παρὰ τῶν ὑπηκόων ὑπάρχειν τῷ βασιλεύοντι ἐρυμάτων ἀσφαλέστατον. ταύτην δὲ ἐπιτάττοντα μὲν καὶ κελεύοντα καθάπερ εἰσφορὰς καὶ φόρους κτήσασθαι παντελῶς ἄλογον. λείπεται δὴ λοιπόν, καθάπερ αὐτὸς ὥρμηκας, τὸ πάντας εὖ ποιεῖν καὶ μιμεῖσθαι τὴν θείαν ἐν ἀνθρώποις φύσιν· πρᾴως μὲν ἔχειν πρὸς ὀργήν, [B] τῶν τιμωριῶν δὲ ἀφαιρεῖσθαι τὰς χαλεπότητας, πταίσασι δὲ οἶμαι τοῖς ἐχθροῖς ἐπιεικῶς καὶ εὐγνωμόνως προσφέρεσθαι.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account