καὶ ἔδωκε Διί, ὁ δὲ τῷ τῆς Μαίας καὶ ἑαυτοῦ παιδί, Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι,(227) Πέλοψ δὲ (and gave to Zeus; then Zeus gave it to his own and Maia’s son, and Hermes the prince gave it to Pelops, and Pelops) δῶκ᾽ Ἀτρέι ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ· Αὐτὰρ ὅγ᾽ αὖτε Θυέστ᾽ Ἀγαμέμνονι δῶκε φορῆναι, [C] Πολλῇσιν νήσοισι καὶ Ἄργεï παντὶ ἀνάσσειν· (“Gave it to Atreus, shepherd of the host, and Atreus at his death left it to Thyestes, rich in flocks; and he in turn gave it into the hands of Agamemnon, so that he should rule over many islands and all Argos.”) Αὕτη σοι τῆς Πελοπιδῶν οἰκίας ἡ γενεαλογία, εἰς τρεῖς οὐδὲ ὅλας μείνασα γενεάς· τά γε μὴν τῆς ἡμετέρας ξυγγενείας ἤρξατο μὲν ἀπὸ Κλαυδίου, μικρὰ δὲ ἐν μέσῳ διαλιπούσης τῆς ἡγεμονίας τὼ πάππω τὼ σὼ διαδέχεσθον. καὶ ὁ μὲν τῆς μητρὸς πατὴρ τὴν Ῥώμην διῴκει καὶ τὴν Ἰταλίαν, [D] καὶ τὴν Λιβύην τε ἐπ᾽ αὐτῇ, καὶ Σαρδὼ καὶ Σικελίαν, οὔτι φαυλοτέραν τῆς Ἀργείας καὶ Μυκηναίας δυναστείαν, ὅ γε μὴν τοῦ πατρὸς γεννήτωρ Γαλατίας ἔθνη τὰ μαχιμώτατα καὶ τοῦς Ἑσπερίους Ἴβηρας καὶ τὰς ἐντὸς Ὠκεανοῦ νήσους, αἳ τοσούτῳ μείζους τῶν ἐν τῇ θαλάττῃ τῇ καθ᾽ ἡμᾶς ὁρωμένων εἰσίν, ὅσῳ καὶ τῆς εἴσω θαλάττης ἡ τῶν Ἡρακλείων στηλῶν ὑπερχεομένη. ταύτας δὲ ὅλας τὰς χώρας καθαρὰς ἀπέφηναν πολεμίων, κοινῇ μὲν ἐπιστρατεύοντες, [52] εἴ ποτε τούτου δεήσειεν, ἐπιφοιτῶντες δὲ ἔστιν ὅτε καὶ κατ᾽ ἰδίαν ἕκαστος τῶν ὁμόρων βαρβάρων ὕβριν τε καὶ ἀδικίαν ἐξέκοπτον. ἐκεῖνοι μὲν δὴ τούτοις ἐκοσμοῦντο. ὁ πατὴρ δὲ τὴν μὲν προσήκουσαν αὐτῷ μοῖραν μάλα εὐσεβῶς καὶ ὁσίως ἐκτήσατο, περιμείνας τὴν εἱμαρμένην τελευτὴν τοῦ γεγεννηκότος, τὰ λοιπὰ δὲ ἀπὸ βασιλείας εἰς τυραννίδας ὑπενεχθέντα δουλείας ἔπαυσε χαλεπῆς, [B] καὶ ἦρξε συμπάντων τρεῖς ὑμᾶς τοὺς αὑτοῦ παῖδας προσελόμενος ξυνάρχοντας. ἆρ᾽ οὖν ἄξιον μέγεθος δυνάμεως παραβαλεῖν καὶ τὸν ἐν τῇ δυναστείᾳ χρόνον καὶ πλῆθος βασιλευσάντων;(228) ἢ τοῦτο μέν ἐστιν ἀληθῶς ἀρχαῖον, μετιτέον δὲ ἐπὶ τὸν πλοῦτον καὶ θαυμαστέον σου τὴν χλαμύδα ξὺν τῇ πόρπῃ, ἃ δὴ καὶ Ὁμήρῳ διατριβὴν παρέσχεν ἡδεῖαν; λόγου τε ἀξιωτέον πολλοῦ τὰς Τρωὸς ἵππουσ, αἳ τρισχίλιαι οὖσαι
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account