The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
Οὐκοῦν ὁ μὲν ἐν Δελφοῖς θεὸς τὸ Γνῶθι σαυτὸν προαγορεύει, Ἡράκλειτος δὲ
“ἐδιζησάμην ἐμεωυτόν,” ἀλλὰ καὶ Πυθαγόρας οἵ τε ἀπ᾽ ἐκείνου μέχρι
Θεοφράστου τὸ κατὰ δύναμιν ὁμοιοῦσθαι θεῷ φασι, καὶ γὰρ καὶ Ἀριστοτέλης. ὃ
γὰρ ἡμεῖς ποτέ, τοῦτο ὁ θεὸς ἀεί. γελοῖον οὖν ἂν εἴη τὸν θεὸν ἑαυτὸν μὴ
εἰδέναι· κομιδῇ γὰρ οὐδὲν εἴσεται τῶν ἄλλων, εἴπερ ἑαυτὸν ἀγνοοίη· πάντα
γὰρ αὐτός ἐστιν, εἴπερ καὶ ἐν ἑαυτῷ καὶ παρ᾽ ἑαυτῷ ἔχει τῶν ὁπωσοῦν ὄντων
τὰς αἰτίας, εἴτε ἀθανάτων ἀθανάτους, εἴτε ἐπικήρων οὐ θνητὰς οὐδὲ
ἐπικήρους, ἀιδίους δὲ καὶ μενούσας ἀεὶ καὶ αἳ τούτοις εἰσὶν αἰτίαι τῆς
ἀειγενεσίας. [C] ἀλλ᾽ οὗτος μὲν ὁ λόγος ἐστὶ μείζων.
(Therefore the god at Delphi proclaims, “Know Thyself,” and Heracleitus
says, “I searched myself”;(24) and Pythagoras also and his school and his
followers down to Theophrastus, bid us become like God as far as possible,
yes and Aristotle too. For what we are sometimes, God is always.(25) It
would therefore be absurd that God should not know himself. For he will
know nothing at all about other things if he be ignorant of himself. For
he is himself everything, seeing that in himself and near himself he keeps
the causes of all things that in any way whatever have existence, whether
they be immortal causes of things immortal, or causes of perishable
things, though themselves not mortal or perishable; for imperishable and
ever‐abiding are the causes of perpetual generation for the perishable
world. But this line of argument is too lofty for the occasion.)
Ὅτι δὲ μία τέ ἐστιν ἀλήθεια καὶ φιλοσοφία μία καὶ ταύτης εἰσὶν ἐρασταὶ
ξύμπαντες ὧν τε ὑπεμνήσθην μικρῷ πρότερον ὧν τε ἐν δίκῃ νῦν εἴποιμι ἂν
τοὔνομα, τοὺς τοῦ Κιτιέως ὁμιλητὰς λέγω, οἳ τὰς πόλεις ἰδόντες
ἀποδιδρασκούσας τὸ λίαν ἀκραιφνὲς καὶ καθαρὸν τῆς ἐλευθερίας τοῦ κυνὸς
ἐσκέπασαν αὐτὸν [D] ὥσπερ οἶμαι παραπετάσμασιν οἰκονομίᾳ καὶ τῇ
χρηματιστικῇ καὶ τῇ πρὸς τὴν γυναῖκα συνόδῳ καὶ παιδοτροφίᾳ, ἴν᾽ οἶμαι
ταῖς πόλεσιν αὐτὸν ἐγγύθεν ἐπιστήσωσι φύλακα· ὅτι δὲ τὸ Γνῶθι σαυτὸν
κεφάλαιον τίθενται φιλοσοφίας, οὐ μόνον ἐξ ὧν κατεβάλλοντο ξυγγραμμάτων
ὑπὲρ αὐτοῦ τοῦτου πεισθείης ἄν, εἴπερ ἐθέλοις, ἀλλὰ πολὺ πλέον ἀπὸ τοῦ τῆς
φιλοσοφίας τέλους· τὸ γὰρ ὁμολογουμένως [186] ζῆν τῇ φύσει τέλος
ἐποιήσαντο, οὗπερ οὐχ οἷόv τε τυχεῖν τὸν ἀγνοοῦντα, τίς καὶ ὁποῖος
πέφυκεν· ὁ γὰρ ἀγνοῶν ὅστις ἐστίν, οὐκ εἴσεται δήπουθεν ὅ, τι πράττειν
ἑαυτῷ προσήκει, ὥσπερ οὐδ᾽ ὁ(26) τὸν σίδηρον ἀγνοῶν εἴσεται, εἴτε αὐτῷ
τέμνειν εἴτε μὴ προσήκει, καὶ ὅτου δεῖ τῷ σιδήρῳ πρὸς τὸ δύνασθαι τὸ
ἑαυτοῦ πράττειν· ἀλλ᾽ ὅτι μὲν ἡ φιλοσοφία μία τέ ἐστι καὶ πάντες ὡς ἔπος
εἰπεῖν ἑνός τινος ἐφιέμενοι ὁδοῖς ἐπὶ τοῦτο διαφόροις ἦλθον, [B] ἀπόχρη
τοσαῦτα νῦν εἰπεῖν. ὑπὲρ δὲ τοῦ Κυνισμοῦ σκεπτέον ἔτι.(27)
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account