Ταύτην ἐγώ σοι τὴν ῥῆσιν ἐξεπίτηδες ὅλην παρέγραφα, μή με κλέπτειν ὑπολάβῃς καὶ κακουργεῖν μύθους ἀρχαίους προφέροντα, τυχὸν μὲν ἐμφερῶς, οὐ μὴν ἀληθῶς πάντη ξυγκειμένους. ἀλλ᾽ ὅ γε ἀληθὴς ὑπὲρ αὐτῶν λόγος τί φησιν; ἀκούεις ὅτι, κἂν ἄνθρωπός τις ᾖ τῇ φύσει, θεῖον εἶναι χρὴ τῇ προαιρέσει καὶ δαίμονα, πᾶν ἅπλως ἐκβαλόντα τὸ θνητὸν καὶ θηριῶδες τῆς ψυχῆς, [B] πλὴν ὅσα ἀνάγκη διὰ τὴν τοῦ σώματος παραμένειν σωτηρίαν; ταῦτα εἴ τις ἐννοῶν δέδοικεν ἐπὶ τηλικοῦτον ελκόμενος βίον, ἆρά σοι φαίνεται τὴν Ἐπικούρειον θαυμάζειν ἀπραγμοσύνην καὶ τοὺς κήπους καὶ τὸ προάστειον τῶν Ἀθηνῶν(395) καὶ τὰς μυρρίνας καὶ τὸ Σωκράτους δωμάτιον; ἀλλ᾽ οὐκ ἔστιν ὅπου γε ἐγὼ ταῦτα προτιμήσας τῶν πόνων ὤφθην. ἥδιστα ἄν σοι τοὺς ἐμαυτοῦ πόνους διεξῆλθον καὶ τὰ ἐπικρεμασθέντα παρὰ τῶν φίλων καὶ ξυγγενῶν, ὅτε τῆς παρ᾽ ὑμῖν [C] ἠρχόμην παιδείας, δείματα, εἰ μὴ σφόδρα αὐτὸς ἠπίστασο. τὰ δὲ ἐν Ἰωνίᾳ πρὸς τὸν καὶ γένει προσήκοντα καὶ φιλίᾳ μᾶλλον οἰκεῖον ὄντα μοι πραχθέντα πρότερον ὑπὲρ ἀνδρὸς ξένου μικρά παντελῶς γνωρίμου μοι γενομένου, τοῦ σοφιστοῦ φημί, λέληθεν οὐδέν σε. ἀποδημίας δὲ οὐχ ὑπέστην τῶν φίλων ἕνεκα; καίτοι Καρτερίῳ μὲν οἶσθ᾽ ὅπως [D] συνηράμην πρὸς τὸν ἑταῖρον ἡμῖν ἀφικόμενος Ἀράξιον ἄκλητος, ὑπὲρ αὐτοῦ δεησόμενος. ὑπὲρ δὲ τῶν τῆς θαυμασίας Ἀρετῆς κτημάτων καὶ ὧν ἐπεπόνθει παρὰ τῶν γειτόνων οὐκ εἰς τὴν Φρυγίαν τὸ δεύτερον ἀφικόμην ἐν οὐδὲ ὅλοις μησὶ δύο, ἀσθενοῦς ἤδη μοι παντελὼς ὄντος τοῦ σώματος διὰ τὴν ἐπιγενομένην ὑπὸ τῆς πρότερον κακοπαθείας ἀρρωστίαν; ἀλλὰ δὴ τὸ τελευταῖον πρὸ τῆς εἰς τὴν Ἑλλάδα γενομένης ἡμῖν ἀφίξεως, ὅτε περὶ τῶν ἐσχάτων, ὡς ἂν εἴποιεν οἱ πολλοί, κινδυνεύων ἐγὼ τῷ στρατοπέδῳ παρέμενον, [260] ὁποίας ἔγραφον ἐπιστολὰς πρὸς σὲ νῦν ὑπομνήσθητι, μήποτε ὀδυρμῶν πλήρεις, μήτι μικρὸν ἢ ταπεινὸν ἢ λίαν ἀγεννὲς ἐχούσας. ἀπιὼν δὲ ἐπὶ τὴν Ἑλλάδα πάλιν, ὅτε με φεύγειν ἐνόμιζον πάντες, οὐχ ὡς ἐν ἑορτῇ τῇ μεγίστῃ τὴν τύχην ἐπαινῶν ἡδίστην ἔφην εἶναι τὴν ἀμοιβὴν ἐμοὶ [B] καὶ τὸ δὴ λεγόμενον
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account