Ἁλλὰ ἴσως ἔοικα ἐγὼ τὰς μὲν δυσπραγίας οὐκ ἀγεννῶς φέρειν, πρὸς δὲ τὰς παρὰ τῆς τύχης δωρεὰς ἀγεννής τις εἶναι καὶ μικρός, ὅ γε ἀγαπῶν τὰς Ἀθήνας μᾶλλον τοῦ νῦν περὶ ἡμᾶς ὄγκου, τὴν σχολὴν δήπουθεν ἐκείνην ἐπαινῶν, διὰ δὲ τὸ [C] πλῆθος τῶν πράξεων τοῦτον αἰτιώμενος τὸν βίον; ἀλλὰ μή ποτε χρὴ περὶ ἡμῶν ἄμεινον κρίνειν, οὐκ εἰς ἀπραξίαν καὶ πρᾶξιν βλέποντας, μᾶλλον δὲ εἰς τὸ Γνῶθι σαυτὸν καὶ τὸ (But perhaps you think that though I can bear adversity in the proper spirit, yet I show a poor and mean spirit towards the good gifts of Fortune, seeing that I prefer Athens to the pomp that now surrounds me; because, you will doubtless say, I approve the leisure of those days and disparage my present life because of the vast amount of work that the latter involves. But perhaps you ought to judge of me more accurately, and not consider the question whether I am idle or industrious, but rather the precept, “Know thyself,” and the saying,) Ἔρδοι δ᾽ ἕκαστος ἥντιν᾽ εἰδείη τέχνην. (“Let every man practise the craft which he knows.”(398)) Μεῖζον ἔμοιγε φαίνεται τὸ βασιλεύειν ἢ κατ᾽ ἄνθρωπον καὶ φύσεως δεῖσθαι δαιμονιωτέρας βασιλεύς, [D] ὥσπερ οὖν καὶ Πλάτων ἔλεγε· καὶ νῦν Ἀριστοτέλους εἰς ταῦτὸ συντείνοντα παραγράψω λόγον, οὐ γλαῦκα Ἀθηναίοις ἄγων, ἀλλ᾽ ὅτι μὴ παντάπασιν ἀμελῶ τῶν ἐκείνου λόγων ἐπιδεικνύμενος. φησὶ δὲ ὁ ἀνὴρ ἐν τοῖς πολιτικοῖς συγγράμμασιν· “Εἱ δὲ δή τις ἄριστον θείη τὸ βασιλεύεσθαι ταῖς πόλεσι, τῶς ἕξει τὰ περὶ τῶν τέκνων; πότερον καὶ τὸ γένος δεῖ βασιλεύειν; ἀλλὰ γιγνομένων ὁποῖοί τινες ἔτυχον, βλαβερόν. ἀλλὰ οὐ παραδώσει [261] κύριος ὢν τοῖς τέκνοις; ἀλλ᾽ οὐκ ἔτι ῥᾴδιον τοῦτο πιστεῦσαι· χαλεπὸν γὰρ καὶ μείζονος ἀρετῆς ἢ κατ᾽ ἀνθρωπίνην φύσιν.” ἑξῆς δὲ περὶ τοῦ κατὰ νόμον λεγομένου βασιλέως διεξελθών, ὡς(399) ἐστὶν ὑπηρέτης καὶ φύλαξ τῶν νόμων, καὶ τοῦτον οὐδὲ βασιλέα καλῶν, οὐδὲ τὸν τοιοῦτον εἶδος πολιτείας(400) οἰόμενος, προστίθησι· “[B] Περὶ δὲ τῆς παμβασιλείας καλουμένης, αὕτη δ᾽ ἐστὶ καθ᾽ ἣν ἄρχει πάντων κατὰ τὴν αὑτοῦ βούλησιν ὁ βασιλεύς, δοκεῖ τισιν οὐδὲ κατὰ φύσιν εἶναι τὸ κύριον ἕνα πάντων εἶναι τῶν πολιτῶν· τοῖς γὰρ ὁμοίοις φύσει τὸ αὐτὸ δίκαιον ἀναγκαῖον εἶναι.” εἶτα μετ᾽ ὀλίγον φησίν· “Ὁ μὲν οὖν τὸν νοῦν κελεύων ἄρχειν δοκεῖ κελεύειν ἄρχειν τὸν θεὸν καὶ τοὺς νόμους· ὁ δὲ ἄνθρωπον κελεύων προστίθησι καὶ θηρία· [C] ἥ τε γὰρ ἐπιθυμία τοιοῦτον καὶ ὁ θυμὸς ὃς(401) διαστρέφει καὶ τοὺς ἀρίστους ἄνδρασ· διόπερ ἄνευ ὀρέξεως ὁ νοῦς νόμος ἐστίν.” ὁρᾷς, ὁ φιλόσοφος ἔοικεν ἐνταῦθα σαφῶς ἀπιστοῦντι καὶ κατεγνωκότι τῆς ἀνθρωπίνης φύσεως. φησὶ γὰρ οὕτω ῥήματι τοῦτο λέγων· οὐδεμίαν ἀξιόχρεων εἶναι φύσιν ἀνθρωπίνην πρὸς τοσαύτην τύχης ὑπεροχήν· [D] οὔτε γὰρ τῶν παίδων τὸ κοινῇ τοῖς πολίταις συμφέρον προτιμᾶν ἄνθρωπόν γε ὄντα ῥᾴδιον ὑπολαμβάνει, καὶ πολλῶν ὁμοίων ἄρχειν οὐ δίκαιον εἶναί φησι, καὶ τέλος ἐπιθεὶς τὸν κολοφῶνα τοῖς ἔμπροσθεν λόγοις νόμον μὲν εἶναί φησι τὸν νοῦν χωρὶς ὀρέξεως, ᾧ μόνῳ τὰς πολιτείας ἐπιτρέπειν χρῆναι, ἀνδρῶν δὲ οὐδενί. ὁ γὰρ ἐν αὐτοῖς νοῦς,
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account