Εἰ μὲν οὖν ἐπεποίητο τοῖς ἀνδράσι μετά τινος σπουδῆς, ἀλλὰ μὴ μετὰ παιδιᾶς τὰ συγγράμματα, τούτοις ἐχρῆν ἑπόμενον ἐπιχειρεῖν ἕκαστα ὧν διανοούμεθα περὶ τοῦ πράγματος ἐξετάζειν τὸν ἐναντίον καὶ, εἰ μὲν ἐφαίνετο τοῖς παλαιοῖς ὁμολογοῦντα, μήτοι ψευδομαρτυριῶν ἡμῖν ἐπισκήπτειν, εἰ δὲ μή, τότε ἐξορίζειν αὐτὰ τῆς ἀκοῆς ὥσπερ Ἀθηναῖοι τὰ ψευδῆ γράμματα τοῦ Μητρῴου. ἐπεὶ δὲ οὐδὲν ἐστιν, [C] ὡς ἔφην, τοιοῦτον· αἵ τε γὰρ θρυλούμεναι Διογένους τραγῳδίαι Φιλίσκου τινὸς Αἰγινήτου λέγονται εἶναι, καί, εἰ Διογένους δὴ(30) εἶεν, οὐδὲν ἄτοπόν ἐστι τὸν σοφὸν παίζειν, ἐπεί καὶ τοῦτο πολλοὶ φαίνονται τῶν φιλοσόφων ποιήσαντες· ἐγέλα τοι, φασί, καὶ Δημόκριτος ὁρῶν σπουδάζοντας τοὺς ἀνθρώπους· μὴ δὴ πρὸς τὰς παιδιὰς αὐτῶν ἀποβλέπωμεν, ὥσπερ οἱ μανθάνειν τι [D] σπουδαῖον ἥκιστα ἐρῶντες, πόλει παραβάλλοντες εὐδαίμονι, πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ ἀπορρήτων τελετῶν πλήρει, καὶ μυρίων ἔνδον ἱερέων ἁγνῶν ἐν ἁγνοῖς μενόντων χωρίοις· αὐτοῦ δὲ ἕνεκα πολλάκις τούτου, λέγω δὲ τοῦ καθαρεύειν τὰ εἴσω πάντα, τὰ περιττὰ καὶ βδελυρὰ καὶ φαῦλα τῆς πόλεως ἀπεληλακόσι,(31) λουτρὰ δημόσια καὶ χαμαιτυπεῖα καὶ καπηλεῖα καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα· εἶτα ἄχρι τούτου γενόμενοι εἴσω μὴ παρίασιν.(32) ὁ μὲν γὰρ τοῖς τοιούτοις ἐντυχών, [187] εἶτα τοῦτο οἰηθεὶς εἶναι τὴν πόλιν ἄθλιος μὲν ἀποφυγών, ἀθλιώτερος δὲ κάτω μείνας, ἐξὸν ὑπερβάντα μικρὸν ἰδεῖν τὸν Σωκράτη· χρήσομαι γὰρ ἐκείνοις ἐγὼ τοῖς ῥήμασιν, οἷς Ἀλκιβιάδης ἐπαινῶν Σωκράτη. φημὶ γὰρ δὴ τὴν Κυνικὴν φιλοσοφίαν ὁμοιοτάτην εἶναι τοῖς Σειληνοῖς τούτοις τοῖς ἐν τοῖς ἑρμογλυφείοις καθημένοις, οὕστινας ἐργάζονται οἱ δημιουργοὶ σύριγγας ἢ αὐλοὺς ἔχοντας· οἳ διχάδε(33) [B] διοιχθέντες ἔνδον φαίνονται ἀγάλματα ἔχοντες θεῶν. ὡς ἂν οὖν μὴ τοιοῦτόν τι πάθωμεν, ὅσα ἔπαιξε ταῦτα αὐτὸν ἐσπουδακέναι νομίσαντες· ἔστι μὲν γάρ τι καὶ ἐν ἐκείνοις οὐκ ἄχρηστον, ὁ Κυνισμὸς δέ ἐστιν ἕτερον, ὡς αὐτίκα μάλα δεῖξαι πειράσομαι· δεῦρο ἴδωμεν ἐφεξῆς ἀπὸ τῶν ἔργων, ὥσπερ αἱ ἐξιχνεύουσαι κύνες μεταθέουσι τὰ θηρία.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account