The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
Of the manifestoes addressed by Julian to Rome, Sparta, Corinth, and
Athens, defending his acceptance of the title of Emperor and his open
rupture with Constantius, the last alone survives. It was written in
Illyricum in 361, when Julian was on the march against Constantius, and is
the chief authority for the events that led to his elevation to the
Imperial rank. Julian writes to the Athenians of the fourth Christian
century as though they still possessed the influence and standards of
their forefathers. He was well known at Athens, where he had studied
before his elevation to the Caesarship and he was anxious to clear himself
in the eyes of the citizens. For the first time he ventures to speak the
truth about Constantius and to describe the latter’s ruthless treatment of
his family. His account of the revolution at Paris is supplemented by
Ammianus 20, Zosimus 3. 9, and the _Epitaph on Julian_ by Libanius.
ΙΟΥΛΙΑΝΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ
(Julian, Emperor)
ΑΘΗΝΑΙΩΝ ΤΗΙ ΒΟΥΛΗΙ ΚΑΙ ΤΩΙ ΔΗΜΩΙ
(To the Senate and People of Athens.)
Πολλῶν εἰργασμένων τοῖς προγόνοις ὑμῶν, ἐφ᾽ οἷς οὐκ ἐκείνοις μόνον τότε
ἐξῆν, ἀλλὰ καὶ ὑμῖν νῦν ἔξεστι φιλοτιμεῖσθαι, καὶ πολλῶν ἐγηγερμένων
τροπαίων ὑπέρ τε ἁπάσης τῆς Ἑλλάδος κοινῇ καὶ κατ᾽ ἰδίαν ὑπὲρ αὐτῆς τῆς
πόλεως, ἐν οἷς ἠγωνίσατο μόνη πρός τε τοὺς ἄλλους Ἕλληνας καὶ πρὸς τὸν
βάρβαρον, οὐδέν ἐστι τηλικοῦτον ἔργον οὐδὲ ἀνδραγαθία τοσαύτη, [B] πρὸς ἣν
οὐκ ἔνεστι καὶ ταῖς ἄλλαις ἁμιλληθῆναι πόλεσι. τὰ μὲν γὰρ μεθ᾽ ὑμῶν καὶ
αὗται, τὰ δὲ κατ᾽ ἰδίαν εἰργάσαντο. καὶ ἵνα μὴ μεμνημένος ἔπειτα
ἀντιπαραβάλλων ἢ προτιμᾶν ἑτέρας ἑτέραν ἐν οἷς διαμφισβητοῦσι νομισθείην ἢ
πρὸς τὸ λυσιτελοῦν, ὥσπερ οἱ ῥήτορες, ἐνδεέστερον ἐπαινεῖν τὰς
ἐλαττουμένας, τοῦτο ἐθέλω [C] φράσαι μόνον ὑπὲρ ὑμῶν, ᾧ μηδὲν ἀντίπαλον
ἔχομεν ἐξευρεῖν παρὰ τοῖς ἄλλοις Ἕλλησιν, ἐκ τῆς παλαιᾶς φήμης εἰς ἡμᾶς
παραδεδομένον. ἀρχόντων μὲν Λακεδαιμονίων οὐ βίᾳ τὴν ἀρχήν, ἀλλὰ δόξῃ
δικαιοσύνης παρείλεσθε, καὶ τὸν Ἀριστείδην τὸν δίκαιον οἱ παρ᾽ ὑμῖν
ἐθρέψαντο νόμοι. καίτοι γε ταῦτα οὕτως ὄντα λαμπρὰ τεκμήρια [269] διὰ
λαμπροτέρων οἶμαι τῶν ἔργων ὅμως ἐπιστώσασθε. τὸ μὲν γὰρ δόξαι δίκαιον
ἴσως ἂν τῷ καὶ ψευδῶς συμβαίη, καὶ τυχὸν οὐ παράδοξον ἐν πολλοῖς φαύλοις
ἕνα γενέσθαι σπουδαῖον. ἢ γὰρ οὐχὶ καὶ παρὰ Μήδοις ὑμνεῖταί τις Δηιόκης
Ἄβαρίς τε ἐν Ὑπερβορέοις καὶ Ἀνάχαρσις ἐν Σκύθαις; ὑπὲρ ὧν τοῦτο ἦν
θαυμαστόν, ὅτι παρὰ τοῖς ἀδικωτάτοις γεγονότες ἔθνεσι τὴν δίκην ὅμως
ἐτίμησαν, τὼ μὲν ἀληθῶς, [B] ὁ δὲ τῆς χρείας χάριν πλαττόμενος. δῆμον δὲ
ὅλον καὶ πόλιν ἐραστὰς ἔργων καὶ λόγων δικαίων ἔξω τῆς παρ᾽ ὑμῖν οὐ ῥᾴδιον
εὑρεῖν. βούλομαι δὲ ὑμᾶς ἑνὸς τῶν παρ᾽ ὑμῖν πολλῶν γε ὄντων ἔργων
ὑπομνῆσαι. Θεμιστοκλέους γὰρ μετὰ τὰ Μηδικὰ γνώμην εἰσηγεῖσθαι
διανοουμένου λάθρᾳ καταφλέξαι τὰ νεώρια τῶν Ἑλλήνων, [C] εἶτα μὴ τολμῶντος
εἰς τὸν δῆμον λέγειν, ἑνὶ δὲ ὁμολογοῦντος πιστεύσειν τὸ ἀπόρρητον, ὅνπερ
ἂν ὁ δῆμος χειροτονήσας προέληται, προυβάλετο μὲν ὁ δῆμος τὸν Ἀριστείδην·
ὁ δὲ ἀκούσας τῆς γνώμης ἔκρυψε μὲν τὸ ῥηθέν, ἐξήνεγκε δὲ εἰς τὸν δῆμον, ὡς
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account