The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
(Constantius gave me three hundred and sixty soldiers, and in the middle
of the winter(464) despatched me into Gaul, which was then in a state of
great disorder; and I was sent not as commander of the garrisons there but
rather as a subordinate of the generals there stationed. For letters had
been sent them and express orders given that they were to watch me as
vigilantly as they did the enemy, for far I should attempt to cause a
revolt. And when all this had happened in the manner I have described,
about the summer solstice he allowed me to join the army and to carry
about with me his dress and image. And indeed he had both said and written
that he was not giving the Gauls a king but one who should convey to them
his image.)
Οὐ κακῶς δέ, ὡς ἀκηκόατε, τοῦ πρώτου στρατηγηθέντος ἐνιαυτοῦ καὶ
πραχθέντος σπουδαίου, πρὸς τὰ χειμάδια [B] πάλιν ἐπανελθὼν εἰς τὸν ἔσχατον
κατέστην κίνδυνον. οὔτε γὰρ ἀθροίζειν ἐξῆν μοι στρατόπεδον· ἕτερος γὰρ ἦν
ὁ τούτου κύριος· αὐτός τε ξὺν ὀλίγοις ἀποκεκλεισμένος, εἶτα παρὰ τῶν
πλησίον πόλεων αἰτηθεὶς ἐπικουρίαν, ὧν εἶχον τὸ πλεῖστον ἐκείνοις δούς,
αὐτὸς(465) ἀπελείφθην μόνος. ἐκεῖνα μὲν οὖν οὕτως ἐπράχθη τότε. ὡς δὲ καὶ
ὁ τῶν στρατοπέδων ἄρχων ἐν ὑποψίᾳ γενόμενος αὐτῷ παρῃρέθη καὶ ἀπηλλάγη τῆς
ἀρχῆς, [C] οὐ σφόδρα ἐπιτήδειος δόξας, ἔγωγε ἐνομίσθην ἥκιστα σπουδαῖος
καὶ δεινὸς στρατηγός, ἅτε πρᾷον ἐμαυτὸν παρασχὼν καὶ μέτριον. οὐ γὰρ ᾤμην
δεῖν ζυγομαχεῖν οὐδὲ παραστρατηγεῖν, εἰ μή πού τι τῶν λίαν ἐπικινδένων
ἑώρων ἢ δέον γενέσθαι παρορώμενον ἢ καὶ τὴν ἀρχὴν μὴ δέον γενέσθαι
γιγνόμενον. ἅπαξ δὲ καὶ δεύτερον οὐ καθηκόντως μοί τινων χρησαμένων, [D]
ἐμαυτὸν ᾠήθην χρῆναι τιμᾶν τῇ σιωπῇ, καὶ τοῦ λοιποῦ τὴν χλανίδα περιέφερον
καὶ τὴν εἰκόνα· τούτων γὰρ τὸ τηνικαῦτα διενοούμην ἀποπεφάνθαι κύριος.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account