But observe that since they knew that the bodies even of these men were destructible, they allowed them to yield to nature and to submit, but later on they exacted punishment from their slayers; and this has happened in the sight of all, in our own day also, in the case of all who have profaned the temples.) Μηδεὶς οὖν ἀπατάτω λόγοις μηδὲ ταραττέτω περὶ τῆς προνοίας ἡμᾶς. [C] οἱ γὰρ ἡμῖν ὀνειδίζοντες τὰ τοιαῦτα, τῶν Ἰουδαίων οἱ προφῆται, τί περὶ τοῦ νεὼ φήσουσι τοῦ παρ᾽ αὐτοῖς τρίτον ἀνατραπέντος, ἐγειρομένου δὲ οὐδὲ νῦν; ἐγὼ δὲ εἶπον οὐκ ὀνειδίζων ἐκείνοις, ὅς γε τοσούτοις ὕστερον χρόνοις ἀναστήσασθαι διενοήθην αὐτὸν εἰς τιμὴν τοῦ κληθέντος ἐπ᾽ αὐτῷ θεοῦ· νυνὶ δὲ ἐχρησάμην αὐτῷ δεῖξαι βουλόμενος, [D] ὅτι τῶν ἀνθρωπίνων οὐδὲν ἄφθαρτον εἶναι δύναται καὶ οἱ τὰ τοιαῦτα γράφοντες ἐλήρουν προφῆται, γρᾳδίοις ψυχροῖς ὁμιλοῦντεσ. οὐδὲν δὲ οἶμαι κωλύει τὸν μὲν θεὸν εἶναι μέγαν, οὐ μὴν σπουδαίων προφητῶν οὐδὲ ἐξηγητῶν τυχεῖν. αἴτιον δέ, ὅτι τὴν ἑαυτῶν ψυχὴν οὐ παρέσχον ἀποκαθῆραι τοῖς ἐγκυκλίοις μαθήμασιν οὐδὲ ἀνοῖξαι μεμυκότα λίαν τὰ ὄμματα οὐδὲ ἀνακαθῆραι [296] τὴν ἐπικειμένην αὐτοῖς ἀχλύν, ἀλλ᾽ οἷον φῶς μέγα δι᾽ ὁμίχλης οἱ ἄνθρωποι βλέποντες οὐ καθαρῶς οὐδὲ εἰλικρινῶς, αὐτὸ δὲ ἐκεῖνο νενομικότες οὐχὶ φῶς καθαρόν, ἀλλὰ πῦρ καὶ τῶν περὶ αὐτὸ πάντων ὄντες ἀθέατοι βοῶσι μέγα· Φρίττετε, φοβεῖσθε, πῦρ, φλόξ, θάνατος, μάχαιρα, ῥομφαία, πολλοῖς ὀνόμασι μίαν ἐξηγούμενοι τὴν βλαπτικὴν τοῦ πυρὸς δύναμιν. ἀλλ᾽ ὑπὲρ μὲν τούτων ἰδίᾳ βέλτιον παραστῆσαι, [B] πόσῳ φαυλότεροι τῶν παρ᾽ ἡμῖν οὗτοι γεγόνασι ποιητῶν οἱ τῶν ὑπὲρ τοῦ θεοῦ λόγων διδάσκαλοι.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account