The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
Ἦν μὲν οὖν ἴσως πρὸ τούτων εἰρῆσθαι καλόν, ὅθεν καὶ ὅπως χρὴ τοὺς ἱερέας
ἀποδεικνύειν· οὐδὲν δὲ ἄτοπον εἰς τοῦτό μοι τοὺς λόγους λῆξαι. [305] ἐγώ
φημι τοὺς ἐν ταῖς πόλεσι βελτίστους καὶ μάλιστα μὲν φιλοθεωτάτους, ἔπειτα
φιλανθρωποτάτους, ἐάν τε πένητες ὦσιν ἐάν τε πλούσιοι· διάκρισις ἔστω πρὸς
τοῦτο μηδ᾽ ἡτισοῦν ἀφανοῦς καὶ ἐπιφανοῦς· ὁ γὰρ διὰ πρᾳότητα λεληθὼς οὐ
διὰ τὴν τοῦ ἀξιώματος ἀφάνειαν δίκαιός ἐστι κωλύεσθαι. κἂν πένης οὖν ᾖ τις
δημότης ἔχων ἐν ἑαυτῷ δύο ταῦτα, τό τε φιλόθεον καὶ τὸ φιλάνθρωπον, ἱερεὺς
ἀποδεικνύσθω. [B] δεῖγμα δὲ τοῦ φιλοθέου μέν, εἰ τοὺς οἰκείους ἅπαντας εἰς
τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν εἰσαγάγοι, τοῦ φιλανθρώπου δέ, εἰ καὶ ἐξ
ὀλίγων εὐκόλως κοινωνεῖ τοῖς δεομένοις καὶ μεταδέδωσι προθύμως, εὖ ποιεῖν
ἐπιχειρῶν ὅσους ἂν οἷός τε ᾖ.
(Now it would perhaps have been well to say earlier from what class of men
and by what method priests must be appointed; but it is quite appropriate
that my remarks should end with this. I say that the most upright men in
every city, by preference those who show most love for the gods, and next
those who show most love for their fellow men, must be appointed, whether
they be poor or rich. And in this matter let there be no distinction
whatever whether they are unknown or well known. For the man who by reason
of his gentleness has not won notice ought not to be barred by reason of
his want of fame. Even though he be poor and a man of the people, if he
possess within himself these two things, love for God and love for his
fellow men, let him be appointed priest. And a proof of his love for God
is his inducing his own people to show reverence to the gods; a proof of
his love for his fellows is his sharing cheerfully, even from a small
store, with those in need, and his giving willingly thereof, and trying to
do good to as many men as he is able.)
Προσεκτέον γὰρ μάλιστα τῷ μέρει τούτῳ, καὶ τὴν ἰατρείαν ἐντεῦθεν ποιητέον.
ἐπειδὴ γὰρ οἶμαι συνέβη τοὺς πένητας ἀμελεῖσθαι παρορωμένους ὑπὸ τῶν
ἱερέων, [C] οἱ δυσσεβεῖς Γαλιλαῖοι κατανοήσαντες ἐπέθεντο ταύτῃ τῇ
φιλανθρωπίᾳ, καὶ τὸ χείριστον τῶν ἔργων διὰ τοῦ εὐδοκιμοῦντος(536) τῶν
ἐπιτηδευμάτων ἐκράτυναν. ὥσπερ γὰρ(537) οἱ τὰ παιδία διὰ τοῦ πλακοῦντος
ἐξαπατῶντες τῷ καὶ δὶς καὶ τρὶς προέσθαι πείθουσιν ἀκολουθεῖν ἑαυτοῖς,
εἶθ᾽, ὅταν ἀποστήσωσι πόρρω τῶν οἰκείων, ἐμβάλλοντες εἰς ναῦν ἀπέδοντο,
καὶ γέγονεν εἰς ἅπαντα τὸν ἑξῆς βίον πικρὸν τὸ δόξαν πρὸς ὀλίγον γλυκύ,
[D] τὸν αὐτὸν καὶ αὐτοὶ τρόπον ἀρξάμενοι διὰ τῆς λεγομένης παρ᾽ αὐτοῖς
ἀγάπης καὶ ὑποδοχῆς καὶ διακονίας τραπεζῶν· ἔστι γὰρ ὥσπερ τὸ ἔργον, οὕτω
δὲ καὶ τοὔνομα παρ᾽ αὐτοῖς πολύ· πλείστους ἐνήγαγον εἰς τὴν ἀθεότητα....
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account