The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
ἔφη, πρὸς δὲ τὸν Γαλλιῆνον,
(Then he greeted Gallienus with,)
Ὃς καὶ χρυσὸν ἔχων πάντη τρυφᾷ ἠύτε κούρη·
(“He who is all decked with gold and dainty as a maiden.”(592))
τούτω δὲ ὁ Ζεὺς εἶπε τῆς ἐκεῖσε θοίνης ἐκβῆναι.
(But Zeus ordered the pair to depart from the feast.)
[D] Τούτοις ἐπεισέρχεται Κλαύδιος, εἰς ὃν ἀπιδόντες οἱ θεοὶ πάντες
ἠγάσθησάν τε αὐτὸν τῆς μεγαλοψυχίας καὶ ἐπένευσαν αὐτοῦ τῷ γένει τὴν
ἀρχήν, δίκαιον εἶναι νομίσαντες οὕτω φιλοπάτριδος ἀνδρὸς ἐπὶ πλεῖστον
εἶναι τὸ γένος ἐν ἡγεμονίᾳ. τούτοις ἐπεισέδραμεν Αὐρηλιανὸς ὥσπερ
ἀποδιδράσκων τοὺς εἴργοντας αὐτὸν παρὰ τῷ Μίνωι· πολλαὶ γὰρ αὐτῷ
συνίσταντο δίκαι τῶν ἀδίκων φόνων, καὶ ἔφευγε τὰς γραφὰς κακῶς
ἀπολογούμενας. [314] Ἥλιος δὲ οὑμὸς δεσπότης αὐτῷ πρὸς τε τὰ ἄλλα βοηθῶν,
οὐχ ἥκιστα δὲ καὶ πρὸς τοῦτο αὐτὸ συνήρατο, φράσας ἐν τοῖς θεοῖς, Ἀλλ᾽
ἀπέτισε τὴν δίκην, ἢ λέληθεν ἡ δοθεῖσα Δελφοῖς μαντεία
(Next came Claudius,(593) at whom all the gods gazed, and admiring his
greatness of soul granted the empire to his descendants, since they
thought it just that the posterity of such a lover of his country should
rule as long as possible. Then Aurelian came rushing in as though trying
to escape from those who would detain him before the judgment seat of
Minos. For many charges of unjustifiable murders were brought against him,
and he was in flight because he could ill defend himself against the
indictments. But my lord Helios(594) who had assisted him on other
occasions, now too came to his aid and declared before the gods,)
Αἴκε πάθῃ τά τ᾽ ἔρεξε, δίκη κ᾽ ἰθεῖα γένοιτο;
(“He has paid the penalty, or have you forgotten the oracle
uttered at Delphi, ‘If his punishment match his crime justice has
been done’?”(595))
Τούτῳ συνεισέρχεται Πρόβος, ὃς ἑβδομήκοντα πόλεις ἀναστήσας [B] ἐν οὐδὲ
ὅλοις ἐνιαυτοῖς ἑπτὰ καὶ πολλὰ πάνυ σωφρόνως οἰκονομήσας, ἄδικα δὲ
πεπονθὼς ὑπὸ τῶν ἀθέων, ἐτιμᾶτο τά τε ἄλλα καὶ τῷ τοὺς φονέας αὐτῷ τὴν
δίκην ἐκτῖσαι. σκώπτειν δὲ αὐτὸν ὅμως ὁ Σειληνὸς ἐπειρᾶτο, καίτοι πολλῶν
αὐτῷ σιωπᾶν παρακελευομένων· ἀλλ᾽, Ἐᾶτε, ἔφη, νῦν γοῦν δι᾽ αὐτοῦ τοὺς ἑξῆς
φρενωθῆναι. [C] οὐκ οἶσθα, ὦ Πρόβε, ὅτι τὰ πικρὰ φάρμακα μιγνύντες οἱ
ἰατροὶ τῷ μελικράτῳ προσφέρουσι; σὺ δὲ αὐστηρὸς ἦσθα λίαν καὶ τραχὺς ἀεὶ
εἴκων τε οὐδαμοῦ· πέπονθας οὖν ἄδικα μέν, εἰκότα δὲ ὅμως. οὐ γὰρ ἔστιν
οὔτε ἵππων οὔτε βοῶν ἄρχειν οὔτε ἡμιόνων, ἥκιστα δὲ ἀνθρώπων, μή τι καὶ
τῶν κεχαρισμένων αὐτοῖς ξυγχωροῦντα, ὥσπερ ἔσθ᾽ ὅτε τοῖς ἀσθενοῦσιν οἱ
ἰατροὶ μικρὰ ἐνδιδόασιν, [D] ἵν᾽ ἐν τοῖς μείζοσιν ἔχωσιν αὐτοὺς
πειθομένους. Τί τοῦτο, εἶπεν ὁ Διόνυσος, ὦ παππία; φιλόσοφος ἡμῖν
ἀνεφάνης; οὐ γάρ, ὦ παῖ, ἔφη, καὶ σὺ φιλόσοφος ὑπ᾽ ἐμοῦ γέγονας; οὐκ
οἶσθα, ὅτι καὶ ὁ Σωκράτης, ἐοικὼς ἐμοί, τὰ πρωτεῖα κατὰ τὴν φιλοσοφίαν
ἀπηνέγκατο τῶν καθ᾽ ἑαυτὸν ἀνθρώπων, εἰ τἀδελφῷ πιστεύεις ὅτι ἐστὶν
ἀψευδής; ἔα τοίνυν ἡμᾶς μὴ πάντα γελοῖα λέγειν, ἀλλὰ καὶ σπουδαῖα.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account