The Works of the Emperor Julian, Vol. 2Julian, Emperor of Rome
Philosophy
The Works of the Emperor Julian, Vol. 2
Julian, Emperor of Rome
Speeches, addresses, etc., Greek -- Translations into English
(With Aurelian entered Probus, who in less than seven years restored
seventy cities and was in many ways a wise administrator. Since he had
been unjustly treated by impious men the gods paid him honours, and
moreover exacted the penalty from his assassins. For all that, Silenus
tried to jest at his expense, though many of the gods urged him to be
silent. In spite of them he called out, “Now let those that follow him
learn wisdom from his example. Probus, do you not know that when
physicians give bitter medicines they mix them with honey?(596) But you
were always too austere and harsh and never displayed toleration. And so
your fate, though unjust, was natural enough. For no one can govern horses
or cattle or mules, still less men, unless he sometimes yields to them and
gratifies their wishes; just as physicians humour their patients in
trifles so that they may make them obey in things more essential.” “What
now, little father,” exclaimed Dionysus, “have you turned up as our
philosopher?” “Why, my son,” he replied, “did I not make a philosopher of
you? Do you not know that Socrates also, who was so like me,(597) carried
off the prize for philosophy from his contemporaries, at least if you
believe that your brother(598) tells the truth? So you must allow me to be
serious on occasion and not always jocose.”)
[315] Ἔτι διαλεγομένων αὐτῶν πρὸς ἀλλήλους, ὄ τε Κᾶρος ἅμα τοῖς παισὶν
εἰσφρῆσαι βουληθεὶς εἰς τὸ συμπόσιον ἀπελήλατο παρὰ τῆς Δίκης, καὶ ὁ
Διοκλητιανός, ἄγων μεθ᾽ ἑαυτοῦ Μαξιμιανώ τε τὼ δύο καὶ τὸν ἐμὸν πάππον
Κωνστάντιον, ἐν κόσμῳ προῆγεν. εἴχοντο δὲ ἀλλήλων τὼ χεῖρε, καὶ ἐβάδιζον
οὐκ ἐξ ἴσης, ἀλλ᾽ οἷα χορός τις ἦν περὶ αὐτόν, [B] τῶν μὲν ὥσπερ
δορυφορούντων καὶ προθεῖν αὐτοῦ βουλομένων, τοῦ δὲ εἴργοντος· οὐδὲν γὰρ
ἠξίου πλεονεκτεῖν. ὡς δὲ ξυνίει κάμνοντος ἑαυτοῦ, δοὺς αὐτοῖς ἅπαντα, ὅσα
ἔφερεν ἐπὶ τῶν ὤμων, αὐτὸς εὔλυτος ἐβάδιζεν. ἠγάσθησαν οἱ θεοὶ τῶν ἀνδρῶν
τὴν ὁμόνοιαν, καὶ ἐπέτρεψαν αὐτοῖς πρὸ πολλῶν πάνυ καθῆσθαι. δεινῶς δὲ
ὄντα τὸν Μαξιμιανὸν ἀκόλαστον ὁ Σειληνὸς ἐπισκώπτειν μὲν οὐκ ἠξίου, [C] τὸ
δὲ τῶν βασιλέων οὐκ εἰσεδέχετο συσσίτιον. οὐ γὰρ μόνον τὰ εἰς Ἀφροδίτην ἦν
παντοίαν ἀσέλγειαν ἀσελγής, ἀλλὰ καὶ φιλοπράγμων καὶ ἄπιστος καὶ οὐ τὰ
πάντα τῷ τετραχόρδῳ συνῳδῶν. ἐξήλασεν οὖν αὐτὸν ἡ Δίκη ταχέως. εἶτα
ἀπῆλθεν οὐκ οἶδα ὅποι γῆς· ἐπελαθόμην γὰρ αὐτὸ παρὰ τοῦ Ἑρμοῦ
πολυπραγμονῆσαι. τούτῳ δὲ τῷ παναρμονίῳ τετραχόρδῳ παραφύεται δεινὸν καὶ
τραχὺ καὶ ταραχῶδες σύστημα. [D] τοὺς μὲν οὖν δύο οὐδὲ τῶν προθύρων
ἅψασθαι τῆς τῶν ἡρώων ἀγορᾶς ἡ Δίκη συνεχώρησε, Λικίνιον δὲ μέχρι τῶν
προθύρων ἐλθόντα, πολλὰ καὶ ἅτοπα πλημμελοῦντα ταχέως ὁ Μίνως ἐξήλασεν. ὁ
Κωνσταντῖνος δὲ παρῆλθεν εἴσω καὶ πολὺν ἐκαθέσθη χρόνον, εἶτα μετ᾽ αὐτὸν
τὰ παιδία. Μαγνεντίῳ γὰρ οὐκ ἦν εἴσοδος, [316] ὅτι μηδὲν ὑγιὲς ἐπεπράχει,
καίτοι πολλὰ ἐδόκει πεπρᾶχθαι τῷ ἀνδρὶ καλά· οἱ θεοὶ δὲ ὁρῶντες, ὅτι μὴ
ταῦτα ἐκ καλῆς αὐτῷ πεποίηται διαθέσεως, εἴων αὐτὸν οἰμώζειν ἀποτρέχοντα.
Public-domain text, read in full here on John Shaqi.
Reviews
Reviews
No reviews yet
Be the first to share your thoughts on this work.
Elsewhere in the archive
Join the Discussion
Join the discussion
Sign in to leave a comment or review.
Sign InorCreate an account